Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον· βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε καὶ ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.
Στίχοι
Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει,
Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις.
Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ᾿ ἁλιεῦσι.
ΕΣΠΕΡΙΝΟΣ_ΟΡΘΡΟΣ_ΛΕΙΤΟΥΡΓΙΑ__ΚΥΡΙΑΚΗ_ΤΗΣ_ΠΕΝΤΗΚΟΣΤΗΣ__και_ΕΣΠΕΡΙΝΟΣ_ΔΕΥΤΕΡΑΣ_ΑΓΙΟΥ_ΠΝΕΥΜΑΤΟΣ_R