02 Φεβρουαρίου 2025  ΚΥΡΙΑΚΗ Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 

02 Φεβρουαρίου  2025    † ΚΥΡΙΑΚΗ.    † Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ  Ἦ­χος βα­ρύς.

Γα­βρι­ὴλ τοῦ Λα­ο­συ­νά­κτου Ὁ­σι­ο­μάρ­τυ­ρος,
τοῦ ἐξ Ἁ­λώ­νης Προι­κον­νή­σου (+1676).

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (β´ 22-40).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἀ­νή­γα­γον o­ἱ γο­νεῖς τὸ παι­δί­ον Ἰ­η­σοῦν εἰς Ἱ­ε­ρο­σό­λυ­μα πα­ρα­στῆ­σαι τῷ Κυ­ρί­ῳ, κα­θὼς γέ­γρα­πται ἐν νό­μῳ Κυ­ρί­ου ὅ­τι πᾶν ἄρ­σεν δι­α­νοῖ­γον μή­τραν ἅ­γι­ον τῷ Κυ­ρί­ῳ κλη­θή­σε­ται, καὶ τοῦ δοῦ­ναι θυ­σί­αν κα­τὰ τὸ εἰ­ρη­μέ­νον ἐν τῷ νό­μῳ Κυ­ρί­ου, ζεῦ­γος τρυ­γό­νων ἢ δύ­ο νε­οσ­σοὺς πε­ρι­στε­ρῶν. Καὶ ἰ­δοὺ ἦν ἄν­θρω­πος ἐν Ἱ­ε­ρο­σο­λύ­μοις ᾧ ὄ­νο­μα Συ­με­ών, καὶ ὁ ἄν­θρω­πος οὗ­τος δί­και­ος καὶ εὐ­λα­βής, προσ­δε­χό­με­νος πα­ρά­κλη­σιν τοῦ Ἰσ­ρα­ήλ, καὶ Πνεῦ­μα ἦν ἅ­γι­ον ἐπ᾿ αὐ­τόν· καὶ ἦν αὐ­τῷ κε­χρη­μα­τι­σμέ­νον ὑ­πὸ τοῦ Πνεύ­μα­τος τοῦ ἁ­γί­ου μὴ ἰ­δεῖν θά­να­τον πρὶν ἢ ἴ­δῃ τὸν Χρι­στὸν Κυ­ρί­ου. Καὶ ἦλ­θεν ἐν τῷ Πνεύ­μα­τι εἰς τὸ ἱ­ε­ρόν· καὶ ἐν τῷ εἰ­σα­γα­γεῖν τοὺς γο­νεῖς τὸ παι­δί­ον Ἰ­η­σοῦν τοῦ ποι­ῆ­σαι αὐ­τοὺς κα­τὰ τὸ εἰ­θι­σμέ­νον τοῦ νό­μου πε­ρὶ αὐ­τοῦ καὶ αὐ­τὸς ἐ­δέ­ξα­το αὐ­τὸν εἰς τὰς ἀγ­κά­λας αὐ­τοῦ καὶ εὐ­λό­γη­σε τὸν Θε­ὸν καὶ εἶ­πε· Νῦν ἀ­πο­λύ­εις τὸν δοῦ­λόν σου, δέ­σπο­τα, κα­τὰ τὸ ῥῆ­μά σου ἐν εἰ­ρή­νῃ, ὅ­τι εἶ­δον οἱ ὀ­φθαλ­μοί μου τὸ σω­τή­ρι­όν σου, ὃ ἡ­τοί­μα­σας κα­τὰ πρό­σω­πον πάν­των τῶν λα­ῶν. Φῶς εἰς ἀ­πο­κά­λυ­ψιν ἐ­θνῶν καὶ δό­ξαν λα­οῦ σου Ἰσ­ρα­ήλ. Καὶ ἦν Ἰ­ω­σὴφ καὶ ἡ μή­τηρ αὐ­τοῦ θαυ­μά­ζον­τες ἐ­πὶ τοῖς λα­λου­μέ­νοις πε­ρὶ αὐ­τοῦ. Καὶ εὐ­λό­γη­σεν αὐ­τοὺς Συ­με­ὼν καὶ εἶ­πεν πρὸς Μα­ρι­ὰμ τὴν μη­τέ­ρα αὐ­τοῦ· Ἰ­δοὺ οὗ­τος κεῖ­ται εἰς πτῶ­σιν καὶ ἀ­νά­στα­σιν πολ­λῶν ἐν τῷ Ἰσ­ρα­ὴλ καὶ εἰς ση­μεῖ­ον ἀν­τι­λε­γό­με­νον. Καὶ σοῦ δὲ αὐ­τῆς τὴν ψυ­χὴν δι­ε­λεύ­σε­ται ῥομ­φαί­α, ὅ­πως ἂν ἀ­πο­κα­λυ­φθῶ­σιν ἐκ πολ­λῶν καρ­δι­ῶν δι­α­λο­γι­σμοί. Καὶ ἦν Ἅν­να προ­φῆ­τις, θυ­γά­τηρ Φα­νου­ήλ, ἐκ φυ­λῆς Ἀ­σήρ· αὕ­τη προ­βε­βη­κυῖ­α ἐν ἡ­μέ­ραις πολ­λαῖς, ζή­σα­σα με­τὰ ἀν­δρὸς ἔ­τη ἑ­πτὰ ἀ­πὸ τῆς παρ­θε­νί­ας αὐ­τῆς, καὶ αὐ­τὴ χή­ρα ἕ­ως ἐ­τῶν ὀ­γδο­ή­κον­τα τεσ­σά­ρων, ἣ οὐκ ἀ­φί­στα­το ἀ­πὸ τοῦ ἱ­ε­ροῦ νη­στεί­αις καὶ δε­ή­σε­σι λα­τρεύ­ου­σα νύ­κτα καὶ ἡ­μέ­ραν· καὶ αὕ­τη αὐ­τῇ τῇ ὥ­ρᾳ ἐ­πι­στᾶ­σα ἀν­θω­μο­λο­γεῖ­το τῷ Κυ­ρί­ῳ καὶ ἐ­λά­λει πε­ρὶ αὐ­τοῦ πᾶ­σι τοῖς προσ­δε­χο­μέ­νοις λύ­τρω­σιν ἐν Ἱ­ε­ρου­σα­λήμ. Καὶ ὡς ἐ­τέ­λε­σαν πάν­τα τὰ κα­τὰ τὸν νό­μον Κυ­ρί­ου, ὑ­πέ­στρε­ψαν εἰς τὴν Γα­λι­λαί­αν εἰς πό­λιν ἑ­αυ­τῶν Να­ζα­ρέτ. Τὸ δὲ παι­δί­ον ηὔ­ξα­νε καὶ ἐ­κρα­ται­οῦ­το πνεύ­μα­τι πλη­ρού­με­νον σο­φί­ας, καὶ χά­ρις Θε­οῦ ἦν ἐπ᾿ αὐ­τό.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

 

 

Δείτε ακόμη

08_ΑΠΟΚΡΕΩ_
Περισσότερα
ΧΡΙΣΤΟΣ____XL
Περισσότερα