Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ
Tε­λεῖ­ται συ­νή­θως τῇ Κυ­ρι­α­κῇ τῶν Βα­ΐ­ων ἑ­σπέ­ρας

ρ­χό­με­νος ὁ Κύ­ρι­ος, πρὸς τὸ ἑ­κού­σι­ον πά­θος, τοῖς Ἀ­πο­στό­λοις ἔ­λε­γεν ἐν τῇ ὁ­δῷ· Ἰ­δοὺ ἀ­να­βαί­νο­μεν εἰς Ἱ­ε­ρο­σό­λυ­μα, καὶ πα­ρα­δο­θή­σε­ται ὁ Υἱ­ὸς τοῦ ἀν­θρώ­που, κα­θὼς γέ­γρα­πται πε­ρὶ αὐ­τοῦ. Δεῦ­τε οὖν καὶ ἡ­μεῖς, κε­κα­θαρ­μέ­ναις δι­α­νοί­αις, συμ­πο­ρευ­θῶ­μεν αὐ­τῷ, καὶ συ­σταυ­ρω­θῶ­μεν, καὶ νε­κρω­θῶ­μεν δι᾿ αὐ­τόν, ταῖς τοῦ βί­ου ἡ­δο­ναῖς· ἵ­να καὶ συ­ζή­σω­μεν αὐ­τῷ, καὶ ἀ­κού­σω­μεν βο­ῶν­τος αὐ­τοῦ· Οὐ­κέ­τι εἰς τὴν ἐ­πί­γει­ον Ἱ­ε­ρου­σα­λήμ, δι­ὰ τὸ πα­θεῖν, ἀλ­λὰ ἀ­να­βαί­νω πρὸς τὸν Πα­τέ­ρα μου, καὶ Πα­τέ­ρα ὑ­μῶν, καὶ Θε­όν μου καὶ Θε­ὸν ὑ­μῶν· καὶ συ­να­νυ­ψῶ ὑ­μᾶς εἰς τὴν ἄ­νω Ἱ­ε­ρου­σα­λήμ, ἐν τῇ Βα­σι­λεί­ᾳ τῶν Οὐ­ρα­νῶν.

 

Τῇ ἁ­γί­ᾳ καὶ Με­γά­λῃ Δευ­τέ­ρᾳ, μνεί­αν ποι­ού­με­θα τοῦ μα­κα­ρί­ου Ἰ­ω­σὴφ τοῦ παγ­κά­λου, καὶ τῆς ὑ­πὸ τοῦ Κυ­ρί­ου κα­τα­ρα­θεί­σης καὶ ξη­ραν­θεί­σης συ­κῆς.

Στί­χοι εἰς τὸν πάγ­κα­λον Ἰ­ω­σήφ.
Σώ­φρων Ἰ­ω­σήφ, δί­και­ος κρά­τωρ ὤ­φθη,
Καὶ σι­το­δό­της· ὦ κα­λῶν θη­μω­νί­α!

Ἕ­τε­ροι, εἰς τὴν ξη­ραν­θεῖ­σαν συ­κῆν.
Τὴν Συ­να­γω­γήν, συ­κῆν Χρι­στός, Ἑ­βραί­ων,
Καρ­πῶν ἄ­μοι­ρον πνευ­μα­τι­κῶν εἰ­κά­ζων,

Ἀ­ρᾷ ξη­ραί­νει· ἧς φύ­γω­μεν τὸ πά­θος.

Ταῖς τοῦ παγ­κά­λου Ἰ­ω­σὴφ πρε­σβεί­αις, Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

Ἀκολουθία  Ὄρθρου Μεγάλης Δευτέρας   (Τε­λεῖ­ται συ­νή­θως τῇ Κυ­ρι­α­κῇ τῶν Βα­ΐ­ων ἑ­σπέ­ρας)

 

 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Δείτε ακόμη

samareitidos
Περισσότερα
moni-stomiou
Περισσότερα