16 Μαρτίου 2025   Κυ­ρι­α­κὴ Β´ Νη­στει­ῶν
«Γρη­γο­ρί­ου ἀρ­χι­ε­πι­σκό­που Θεσ­σα­λο­νί­κης τοῦ Πα­λα­μᾶ»

16 ΜΑΡΤΙΟΥ 2025   † Κυ­ρι­α­κὴ Β´ Νη­στει­ῶν.  «Γρη­γο­ρί­ου ἀρ­χι­ε­πι­σκό­που Θεσ­σα­λο­νί­κης τοῦ Πα­λα­μᾶ».  Ἦ­χος πλ. α´. Ἑ­ω­θι­νὸν ε´.
Σαβ­βί­νου τοῦ Αἰ­γυ­πτί­ου (†287). Ἰ­ου­λι­α­νοῦ μάρ­τυ­ρος (γ´ αἰ.), Χρι­στο­δού­λου ὁ­σί­ου τοῦ ἐν Πά­τμῳ (†1050).

 

Ἐκ τοῦ κα­τὰ Μᾶρ­κον (Μαρκ. β´ 1-12).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, εἰ­σῆλ­θεν ὁ Ἰ­η­σοῦς εἰς Κα­περ­να­οὺμ δι᾿ ἡ­με­ρῶν καὶ ἠ­κού­σθη ὅ­τι εἰς οἶ­κόν ἐ­στι.
Καὶ εὐ­θέ­ως συ­νή­χθη­σαν πολ­λοί, ὥ­στε μη­κέ­τι χω­ρεῖν μη­δὲ τὰ πρὸς τὴν θύ­ραν· καὶ ἐ­λά­λει αὐ­τοῖς τὸν λό­γον.
Καὶ ἔρ­χον­ται πρὸς αὐ­τὸν πα­ρα­λυ­τι­κὸν φέ­ρον­τες, αἰ­ρό­με­νον ὑ­πὸ τεσ­σά­ρων.
Καὶ μὴ δυ­νά­με­νοι προ­σεγ­γί­σαι αὐ­τῷ δι­ὰ τὸν ὄ­χλον, ἀ­πε­στέ­γα­σαν τὴν στέ­γην ὅ­που ἦν,
καὶ ἐ­ξο­ρύ­ξαν­τες χα­λῶ­σι τὸν κρά­βατ­τον ἐφ᾿ ᾧ ὁ πα­ρα­λυ­τι­κὸς κα­τέ­κει­το.
Ἰ­δὼν δὲ ὁ Ἰ­η­σοῦς τὴν πί­στιν αὐ­τῶν λέ­γει τῷ πα­ρα­λυ­τι­κῷ·
Τέ­κνον, ἀ­φέ­ων­ταί σοι αἱ ἁ­μαρ­τί­αι σου.
Ἦ­σαν δέ τι­νες τῶν γραμ­μα­τέ­ων ἐ­κεῖ κα­θή­με­νοι καὶ δι­α­λο­γι­ζό­με­νοι ἐν ταῖς καρ­δί­αις αὐ­τῶν·
Τί οὗ­τος οὕ­τως λα­λεῖ βλα­σφη­μί­ας; τίς δύ­να­ται ἀ­φι­έ­ναι ἁ­μαρ­τί­ας εἰ μὴ εἷς ὁ Θε­ός;
Καὶ εὐ­θέ­ως ἐ­πι­γνοὺς ὁ Ἰ­η­σοῦς τῷ πνεύ­μα­τι αὐ­τοῦ ὅ­τι οὕ­τως αὐ­τοὶ δι­α­λο­γί­ζον­ται ἐν ἑ­αυ­τοῖς εἶ­πεν αὐ­τοῖς·
Τί ταῦ­τα δι­α­λο­γί­ζε­σθε ἐν ταῖς καρ­δί­αις ὑ­μῶν; Τί ἐ­στιν εὐ­κο­πώ­τε­ρον, εἰ­πεῖν τῷ πα­ρα­λυ­τι­κῷ, ἀ­φέ­ων­ταί σου αἱ ἁ­μαρ­τί­αι,
ἢ εἰ­πεῖν, ἔ­γει­ρε καὶ ἆ­ρον τὸν κρά­βατ­τόν σου καὶ πε­ρι­πά­τει;
ἵ­να δὲ εἰ­δῆ­τε ὅ­τι ἐ­ξου­σί­αν ἔ­χει ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἀ­φι­έ­ναι ἐ­πὶ τῆς γῆς ἁ­μαρ­τί­ας
– λέ­γει τῷ πα­ρα­λυ­τι­κῷ·
Σοὶ λέ­γω, ἔ­γει­ρε καὶ ἆ­ρον τὸν κρά­βατ­τόν σου καὶ ὕ­πα­γε εἰς τὸν οἶ­κόν σου.
Καὶ ἠ­γέρ­θη εὐ­θέ­ως, καὶ ἄ­ρας τὸν κρά­βατ­τον ἐ­ξῆλ­θεν ἐ­ναν­τί­ον πάν­των, ὥ­στε ἐ­ξί­στα­σθαι πάν­τας καὶ δο­ξά­ζειν τὸν Θε­ὸν λέ­γον­τας ὅ­τι
οὐ­δέ­πο­τε οὕ­τως εἴ­δο­μεν.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Δείτε ακόμη

13
Περισσότερα
12Α__Δ_ΧΑΙΡΕΤΙΣΜΟΙ_ΠΛΑΤΥΤΕΡΑ_ΔΡΥΜΟΥ
Περισσότερα