2 Μαρτίου 2025 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ. 
Ἀ­νά­μνη­σις τῆς ἀ­πὸ τοῦ πα­ρα­δεί­σου
ἐ­ξο­ρί­ας τοῦ πρω­το­πλά­στου Ἀ­δάμ

2 Μαρτίου 2025  † ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ. «Ἀ­νά­μνη­σις τῆς ἀ­πὸ τοῦ πα­ρα­δεί­σου ἐ­ξο­ρί­ας τοῦ πρω­το­πλά­στου Ἀ­δάμ». Ἦ­χος γ´. Ἑ­ω­θι­νὸν Γ´.
Ἡ­συ­χί­ου μάρ­τυ­ρος. Θε­ο­δό­του ἐ­πι­σκό­που Κυ­ρη­νεί­ας Κύ­πρου (†326), Εὐ­θα­λί­ας παρ­θε­νο­μάρ­τυ­ρος (†252). Νι­κο­λά­ου ἱ­ε­ρέ­ως τοῦ Πλα­νᾶ (†1932).

 

Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (Ματθ. στ´ 14-21).

Εἶ­πεν ὁ Κύ­ρι­ος·
Ἐ­ὰν ἀ­φῆ­τε τοῖς ἀν­θρώ­ποις τὰ πα­ρα­πτώ­μα­τα αὐ­τῶν, ἀ­φή­σει καὶ ὑ­μῖν ὁ πα­τὴρ ὑ­μῶν ὁ οὐ­ρά­νι­ος· ἐ­ὰν δὲ μὴ ἀ­φῆ­τε τοῖς ἀν­θρώ­ποις τὰ πα­ρα­πτώ­μα­τα αὐ­τῶν, οὐ­δὲ ὁ πα­τὴρ ὑ­μῶν ἀ­φή­σει τὰ πα­ρα­πτώ­μα­τα ὑ­μῶν.
Ὅ­ταν δὲ νη­στε­ύ­η­τε, μὴ γί­νε­σθε ὥ­σπερ οἱ ὑ­πο­κρι­ταὶ σκυ­θρω­ποί, ἀ­φα­νί­ζου­σι γὰρ τὰ πρό­σω­πα αὐ­τῶν ὅ­πως φα­νῶ­σι τοῖς ἀν­θρώ­ποις νη­στε­ύ­ον­τες·
ἀ­μὴν λέ­γω ὑ­μῖν, ὅ­τι ἀ­πέ­χου­σιν τὸν μι­σθὸν αὐ­τῶν.
σὺ δὲ νη­στε­ύ­ων ἄ­λει­ψαί σου τὴν κε­φα­λὴν καὶ τὸ πρό­σω­πόν σου νί­ψαι, ὅ­πως μὴ φα­νῇς τοῖς ἀν­θρώ­ποις νη­στε­ύ­ων ἀλ­λὰ τῷ πα­τρί σου τῷ ἐν τῷ κρυ­πτῷ· καὶ ὁ πα­τήρ σου ὁ βλέ­πων ἐν τῷ κρυ­πτῷ ἀ­πο­δώ­σει σοι ἐν τῷ φα­νε­ρῷ.
Μὴ θη­σαυ­ρί­ζε­τε ὑ­μῖν θη­σαυ­ροὺς ἐ­πὶ τῆς γῆς, ὅ­που σὴς καὶ βρῶ­σις ἀ­φα­νί­ζει, καὶ ὅ­που κλέ­πται δι­ο­ρύσ­σου­σιν καὶ κλέ­πτου­σιν·
θη­σαυ­ρί­ζε­τε δὲ ὑ­μῖν θη­σαυ­ροὺς ἐν οὐ­ρα­νῷ, ὅ­που οὔ­τε σὴς οὔ­τε βρῶ­σις ἀ­φα­νί­ζει, καὶ ὅ­που κλέ­πται οὐ δι­ο­ρύσ­σου­σιν οὐ­δὲ κλέ­πτου­σιν·

ὅ­που γάρ ἐ­στιν ὁ θη­σαυ­ρός ὑ­μῶν, ἐ­κεῖ ἔ­σται καὶ ἡ καρ­δί­α ὑ­μῶν.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

εικόνα_Viber_2025-03-03_12-40-01-785
Περισσότερα
«ΑΓΙΟΣ-ΠΑΪΣΙΟΣ-ΑΠΟ-ΤΑ-ΦΑΡΑΣΑ-ΣΤΟΝ-ΟΥΡΑΝΟ»-1
Περισσότερα