20 ΟΚΤΩΒΡΙΟΥ 2024   † ΚΥΡΙΑΚΗ ΙΖ΄      (Ϛ΄ ΛΟΥΚΑ)
 Ἦ­χος πλ. δ´.     Ἑ­ω­θι­νὸν Ϛ΄

20 ΟΚΤΩΒΡΙΟΥ 2024   † ΚΥΡΙΑΚΗ ΙΖ΄      (Ϛ΄ ΛΟΥΚΑ)   Ἦ­χος πλ. δ´.     Ἑ­ω­θι­νὸν Ϛ΄

Ἀρτεμίου μεγαλομ. (†326),     Ματρώνης ὁσίας τῆς Χιοπολίτιδος (†462),    Γερασίμου ὁσίου τοῦ ἐν Κεφαλληνίᾳ (†1581).

 

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (η´ 27-39).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐλ­θόν­τι τῷ Ἰ­η­σοῦ εἰς τὴν χώ­ραν τῶν Γα­δα­ρη­νῶν ὑ­πήν­τη­σεν αὐ­τῷ ἀ­νήρ τις ἐκ τῆς πό­λε­ως, ὃς εἶ­χε δαι­μό­νι­α ἐκ χρό­νων ἱ­κα­νῶν, καὶ ἱ­μά­τι­ον οὐκ ἐ­νε­δι­δύ­σκε­το, καὶ ἐν οἰ­κί­ᾳ οὐκ ἔ­με­νεν, ἀλλ᾿ ἐν τοῖς μνή­μα­σιν.
Ἰ­δὼν δὲ τὸν Ἰ­η­σοῦν καὶ ἀ­να­κρά­ξας προ­σέ­πε­σεν αὐ­τῷ καὶ φω­νῇ με­γά­λῃ εἶ­πε·
Τί ἐ­μοὶ καὶ σοί, Ἰ­η­σοῦ υἱ­ὲ τοῦ Θε­οῦ τοῦ ὑ­ψί­στου; δέ­ο­μαί σου, μή με βα­σα­νί­σῃς. Πα­ρήγ­γει­λε γὰρ τῷ πνεύ­μα­τι τῷ ἀ­κα­θάρ­τῳ ἐ­ξελ­θεῖν ἀ­πὸ τοῦ ἀν­θρώ­που. Πολ­λοῖς γὰρ χρό­νοις συ­νηρ­πά­κει αὐ­τόν, καὶ ἐ­δε­σμεῖ­το ἁ­λύ­σε­σι καὶ πέ­δαις φυ­λασ­σό­με­νος, καὶ δι­αρ­ρήσ­σων τὰ δε­σμὰ ἠ­λαύ­νε­το ὑ­πὸ τοῦ δαί­μο­νος εἰς τὰς ἐ­ρή­μους.
Ἐ­πη­ρώ­τη­σε δὲ αὐ­τὸν ὁ Ἰ­η­σοῦς λέ­γων·
Τί σοί ἐ­στιν ὄ­νο­μα;
ὁ δὲ εἶ­πε· Λε­γε­ών·
ὅ­τι δαι­μό­νι­α πολ­λὰ εἰ­σῆλ­θεν εἰς αὐ­τόν· Καὶ πα­ρε­κά­λει αὐ­τὸν ἵ­να μὴ ἐ­πι­τά­ξῃ αὐ­τοῖς εἰς τὴν ἄ­βυσ­σον ἀ­πελ­θεῖν.
Ἦν δὲ ἐ­κεῖ ἀ­γέ­λη χοί­ρων ἱ­κα­νῶν βο­σκο­μέ­νη ἐν τῷ ὄ­ρει· καὶ πα­ρε­κά­λουν αὐ­τὸν ἵ­να ἐ­πι­τρέ­ψῃ αὐ­τοῖς εἰς ἐ­κεί­νους εἰ­σελ­θεῖν·
καὶ ἐ­πέ­τρε­ψεν αὐ­τοῖς.
Ἐ­ξελ­θόν­τα δὲ τὰ δαι­μό­νι­α ἀ­πὸ τοῦ ἀν­θρώ­που εἰ­σῆλ­θον εἰς τοὺς χοί­ρους, καὶ ὥρ­μη­σεν ἡ ἀ­γέ­λη κα­τὰ τοῦ κρη­μνοῦ εἰς τὴν λί­μνην καὶ ἀ­πε­πνί­γη.
Ἰ­δόν­τες δὲ οἱ βό­σκον­τες τὸ γε­γε­νη­μέ­νον ἔ­φυ­γον, καὶ ἀ­πήγ­γει­λαν εἰς τὴν πό­λιν καὶ εἰς τοὺς ἀ­γρούς.
Ἐ­ξῆλ­θον δὲ ἰ­δεῖν τὸ γε­γο­νός, καὶ ἦλ­θον πρὸς τὸν Ἰ­η­σοῦν, καὶ εὗ­ρον κα­θή­με­νον τὸν ἄν­θρω­πον, ἀφ᾿ οὗ τὰ δαι­μό­νι­α ἐ­ξε­λη­λύ­θει, ἱ­μα­τι­σμέ­νον καὶ σω­φρο­νοῦν­τα πα­ρὰ τοὺς πό­δας τοῦ Ἰ­η­σοῦ, καὶ ἐ­φο­βή­θη­σαν.
Ἀ­πήγ­γει­λαν δὲ αὐ­τοῖς οἱ ἰ­δόν­τες πῶς ἐ­σώ­θη ὁ δαι­μο­νι­σθείς. Καὶ ἠ­ρώ­τη­σαν αὐ­τὸν ἅ­παν τὸ πλῆ­θος τῆς πε­ρι­χώ­ρου τῶν Γα­δα­ρη­νῶν ἀ­πελ­θεῖν ἀπ᾿ αὐ­τῶν, ὅ­τι φό­βῳ με­γά­λῳ συ­νεί­χον­το· αὐ­τὸς δὲ ἐμ­βὰς εἰς τὸ πλοῖ­ον ὑ­πέ­στρε­ψεν.
Ἐ­δέ­ε­το δὲ αὐ­τοῦ ὁ ἀ­νὴρ, ἀφ᾿ οὗ ἐ­ξε­λη­λύ­θει τὰ δαι­μό­νι­α, εἶ­ναι σὺν αὐ­τῷ·
ἀ­πέ­λυ­σε δὲ αὐ­τὸν ὁ Ἰ­η­σοῦς λέ­γων·
Ὑ­πό­στρε­φε εἰς τὸν οἶ­κόν σου καὶ δι­η­γοῦ ὅ­σα ἐ­ποί­η­σέ σοι ὁ Θε­ός.
καὶ ἀ­πῆλ­θε καθ᾿ ὅ­λην τὴν πό­λιν κη­ρύσ­σων ὅ­σα ἐ­ποί­η­σεν αὐ­τῷ ὁ Ἰ­η­σοῦς.

Ακολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

ΚΥΡΙΑΚΗ ΙΖ΄ __Ϛ΄ ΛΟΥΚΑ__Ἦχος πλ. δ΄ ἑωθινὸν_Ϛ΄__20_10_2024___R

Δείτε ακόμη

4 Νοεμβρίου του 1254 μ.Χ.
Άγιος Ιωάννης ο Βατατζής ο ελεήμονας βασιλιάς
ο μαρμαρωμένος βασιλιάς

4 Νοεμβρίου  Δευτέρα. Ἰωαννικίου ὁσίου τοῦ μεγάλου (†846), Νικάν δρου καὶ Ἑρμαίου ἱερομαρτύρων. Ἰωάννου Βατάτζη τοῦ βασιλέως καὶ ἐλεήμονος. Γεωργίου ὁσίου (Καρσλίδη) τοῦ ἐν Δράμᾳ

Περισσότερα...

3 Νοεμβρίου 2024  † Κυριακή ΙΘ´ (Ε´ Λουκά)   
Ἦ­χος β´ Ἑ­ω­θι­νὸν η´

3 ΝΟΕΜΒΡΙΟΥ 2024  † ΚΥΡΙΑΚΗ ΙΘ´          (Ε´ ΛΟΥΚΑ)    Ἦ­χος β´.    Ἑ­ω­θι­νὸν η´ Ἀ­κε­ψι­μᾶ, Ἰ­ω­σήφ, Ἀ­ει­θα­λᾶ μαρ­τύ­ρων (δ´ αἰ.­)· ἀ­να­κο­μι­δὴ τῶν λει­ψά­νων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου. Γε­ωρ­γί­ου

Περισσότερα...
Skip to content