22 ΣΕΠΤΕΜΒΡΙΟΥ 2024   † ΚΥΡΙΑΚΗ ΙΓ´    (Α´ ΛΟΥΚΑ) 
  Ἦ­χος δ´, Ἑ­ω­θι­νὸν β´.

22 ΣΕΠΤΕΜΒΡΙΟΥ 2024   † ΚΥΡΙΑΚΗ ΙΓ´         (Α´ ΛΟΥΚΑ)    Ἦ­χος δ´. Ἑ­ω­θι­νὸν β´.
Φωκᾶ ἱερομάρτυρος, ἐπισκόπου Σινώπης (†117). Φωκᾶ τοῦ κηπουροῦ (†320), Ἰσαὰκ καὶ Μαρτίνου μαρτύρων.   

ΕΥΑΓΓΕΛΙΟΝ       Κυ­ρι­α­κῆς  Α´ Λου­κᾶ. (ε´ 1-11).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἑ­στὼς ὁ Ἰ­η­σοῦς πα­ρὰ τὴν λί­μνην Γεν­νη­σα­ρέτ, εἶ­δε δύ­ο πλοῖ­α ἑ­στῶ­τα πα­ρὰ τὴν λί­μνην· οἱ δὲ ἁ­λι­εῖς ἀ­πο­βάν­τες ἀπ᾿ αὐ­τῶν ἀ­πέ­πλυ­νον τὰ δί­κτυ­α.
Ἐμ­βὰς δὲ εἰς ἓν τῶν πλοί­ων, ὃ ἦν Σί­μω­νος, ἠ­ρώ­τη­σεν αὐ­τὸν ἀ­πὸ τῆς γῆς ἐ­πα­να­γα­γεῖν ὀ­λί­γον· καὶ κα­θί­σας ἐ­δί­δα­σκεν ἐκ τοῦ πλοί­ου τοὺς ὄ­χλους.
Ὡς δὲ ἐ­παύ­σα­το λα­λῶν, εἶ­πε πρὸς τὸν Σί­μω­να· Ἐ­πα­νά­γα­γε εἰς τὸ βά­θος καὶ χα­λά­σα­τε τὰ δί­κτυ­α ὑ­μῶν εἰς ἄ­γραν.
Καὶ ἀ­πο­κρι­θεὶς Σί­μων εἶ­πεν αὐ­τῷ· Ἐ­πι­στά­τα, δι᾿ ὅ­λης νυ­κτὸς κο­πι­ά­σαν­τες οὐ­δὲν ἐ­λά­βο­μεν· ἐ­πὶ δὲ τῷ ῥή­μα­τί σου χα­λά­σω τὸ δί­κτυ­ον. Καὶ τοῦ­το ποι­ή­σαν­τες συ­νέ­κλει­σαν πλῆ­θος ἰ­χθύ­ων πο­λύ· δι­ερ­ρή­γνυ­το δὲ τὸ δί­κτυ­ον αὐ­τῶν. Καὶ κα­τέ­νευ­σαν τοῖς με­τό­χοις τοῖς ἐν τῷ ἑ­τέ­ρῳ πλοί­ῳ τοῦ ἐλ­θόν­τας συλ­λα­βέ­σθαι αὐ­τοῖς· καὶ ἦλ­θον, καὶ ἔ­πλη­σαν ἀμ­φό­τε­ρα τὰ πλοῖ­α, ὥ­στε βυ­θί­ζε­σθαι αὐ­τά.
Ἰ­δὼν δὲ Σί­μων Πέ­τρος προ­σέ­πε­σε τοῖς γό­να­σιν Ἰ­η­σοῦ λέ­γων· Ἔ­ξελ­θε ἀπ᾿ ἐ­μοῦ, ὅ­τι ἀ­νὴρ ἁ­μαρ­τω­λός εἰ­μι, Κύ­ρι­ε· θάμ­βος γὰρ πε­ρι­έ­σχεν αὐ­τὸν καὶ πάν­τας τοὺς σὺν αὐ­τῷ ἐ­πὶ τῇ ἄ­γρᾳ τῶν ἰ­χθύ­ων ᾗ συ­νέ­λα­βον, ὁ­μοί­ως δὲ καὶ Ἰ­ά­κω­βον καὶ Ἰ­ω­άν­νην, υἱ­οὺς Ζε­βε­δαί­ου, οἳ ἦ­σαν κοι­νω­νοὶ τῷ Σί­μω­νι.
Καὶ εἶ­πε πρὸς τὸν Σί­μω­να ὁ Ἰ­η­σοῦς· Μὴ φο­βοῦ· ἀ­πὸ τοῦ νῦν ἀν­θρώ­πους ἔ­σῃ ζω­γρῶν.
Καὶ κα­τα­γα­γόν­τες τὰ πλοῖ­α ἐ­πὶ τὴν γῆν, ἀ­φέν­τες ἅ­παν­τα ἠ­κο­λού­θη­σαν αὐ­τῷ.

Ακολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Α__ΛΟΥΚΑ__ΚΥΡΙΑΚΗ_ΙΓ__22 ΣΕΠΤΕΜΒΡΙΟΥ 2024 ____Ἦχος δ΄_ἑωθινὸν_β΄___R

Δείτε ακόμη

4 Νοεμβρίου του 1254 μ.Χ.
Άγιος Ιωάννης ο Βατατζής ο ελεήμονας βασιλιάς
ο μαρμαρωμένος βασιλιάς

4 Νοεμβρίου  Δευτέρα. Ἰωαννικίου ὁσίου τοῦ μεγάλου (†846), Νικάν δρου καὶ Ἑρμαίου ἱερομαρτύρων. Ἰωάννου Βατάτζη τοῦ βασιλέως καὶ ἐλεήμονος. Γεωργίου ὁσίου (Καρσλίδη) τοῦ ἐν Δράμᾳ

Περισσότερα...

3 Νοεμβρίου 2024  † Κυριακή ΙΘ´ (Ε´ Λουκά)   
Ἦ­χος β´ Ἑ­ω­θι­νὸν η´

3 ΝΟΕΜΒΡΙΟΥ 2024  † ΚΥΡΙΑΚΗ ΙΘ´          (Ε´ ΛΟΥΚΑ)    Ἦ­χος β´.    Ἑ­ω­θι­νὸν η´ Ἀ­κε­ψι­μᾶ, Ἰ­ω­σήφ, Ἀ­ει­θα­λᾶ μαρ­τύ­ρων (δ´ αἰ.­)· ἀ­να­κο­μι­δὴ τῶν λει­ψά­νων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου. Γε­ωρ­γί­ου

Περισσότερα...
Skip to content