3 Νοεμβρίου 2024  † Κυριακή ΙΘ´ (Ε´ Λουκά)   
Ἦ­χος β´ Ἑ­ω­θι­νὸν η´

3 ΝΟΕΜΒΡΙΟΥ 2024  † ΚΥΡΙΑΚΗ ΙΘ´          (Ε´ ΛΟΥΚΑ)    Ἦ­χος β´.    Ἑ­ω­θι­νὸν η´
Ἀ­κε­ψι­μᾶ, Ἰ­ω­σήφ, Ἀ­ει­θα­λᾶ μαρ­τύ­ρων (δ´ αἰ.­)· ἀ­να­κο­μι­δὴ τῶν λει­ψά­νων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου. Γε­ωρ­γί­ου νέ­ου ἱ­ε­ρο­μάρ­τυ­ρος τοῦ Νε­α­πο­λί­του (†1797).

 

ΑΠΟΣΤΟΛΟΣ  Κυ­ρι­α­κῆς ΙΘ´ ἑ­βδο­μά­δος ἐ­πι­στο­λῶν.   [Πρὸς Κο­ριν­θί­ους Β´  Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.   (Β´ Κορ. ια´ 31-33, ιβ´ 1-9)]

Ἀ­δελ­φοί, ὁ Θε­ὸς καὶ πα­τὴρ τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ οἶ­δεν, ὁ ὢν εὐ­λο­γη­τὸς εἰς τοὺς αἰ­ῶ­νας, ὅ­τι οὐ ψεύ­δο­μαι.
Ἐν Δα­μα­σκῷ ὁ ἐ­θνάρ­χης Ἀ­ρέ­τα τοῦ βα­σι­λέ­ως ἐ­φρού­ρει τὴν Δα­μα­σκη­νῶν πό­λιν πι­ά­σαι με θέ­λων, καὶ δι­ὰ θυ­ρί­δος ἐν σαρ­γά­νῃ ἐ­χα­λά­σθην δι­ὰ τοῦ τεί­χους καὶ ἐ­ξέ­φυ­γον τὰς χεῖ­ρας αὐ­τοῦ.
Καυ­χᾶ­σθαι δὴ οὐ συμ­φέ­ρει μοι· ἐ­λεύ­σο­μαι γὰρ εἰς ὀ­πτα­σί­ας καὶ ἀ­πο­κα­λύ­ψεις Κυ­ρί­ου.
Οἶ­δα ἄν­θρω­πον ἐν Χρι­στῷ πρὸ ἐ­τῶν δε­κα­τεσ­σά­ρων· εἴ­τε ἐν σώ­μα­τι οὐκ οἶ­δα, εἴ­τε ἐ­κτὸς τοῦ σώ­μα­τος οὐκ οἶ­δα, ὁ Θε­ὸς οἶ­δεν· ἁρ­πα­γέν­τα τὸν τοι­οῦ­τον ἕ­ως τρί­του οὐ­ρα­νοῦ.
Καὶ οἶ­δα τὸν τοι­οῦ­τον ἄν­θρω­πον· εἴ­τε ἐν σώ­μα­τι εἴ­τε ἐ­κτὸς τοῦ σώ­μα­τος, οὐκ οἶ­δα, ὁ Θε­ὸς οἶ­δεν, ὅ­τι ἡρ­πά­γη εἰς τὸν πα­ρά­δει­σον καὶ ἤ­κου­σεν ἄρ­ρη­τα ρή­μα­τα, ἃ οὐκ ἐ­ξὸν ἀν­θρώ­πῳ λα­λῆ­σαι.
Ὑ­πὲρ τοῦ τοι­ού­του καυ­χή­σο­μαι, ὑ­πὲρ δὲ ἐ­μαυ­τοῦ οὐ καυ­χή­σο­μαι εἰ μὴ ἐν ταῖς ἀ­σθε­νεί­αις μου.
Ἐ­ὰν γὰρ θε­λή­σω καυ­χή­σα­θαι, οὐκ ἔ­σο­μαι ἄ­φρων· ἀ­λή­θει­αν γὰρ ἐ­ρῶ· φεί­δο­μαι δὲ μή τις εἰς ἐ­μὲ λο­γί­ση­ται ὑ­πὲρ ὃ βλέ­πει με ἢ ἀ­κού­ει τι ἐξ ἐ­μοῦ.
Καὶ τῇ ὑ­περ­βο­λῇ τῶν ἀ­πο­κα­λύ­ψε­ων ἵ­να μὴ ὑ­πε­ραί­ρω­μαι, ἐ­δό­θη μοι σκό­λοψ τῇ σαρ­κί, ἄγ­γε­λος σα­τᾶν, ἵ­να με κο­λα­φί­ζῃ ἵ­να μὴ ὑ­πε­ραί­ρω­μαι.
Ὑ­πὲρ τού­του τρὶς τὸν Κύ­ρι­ον πα­ρε­κά­λε­σα ἵ­να ἀ­πο­στῇ ἀπ᾿ ἐ­μοῦ· καὶ εἴ­ρη­κέ μοι· Ἀρ­κεῖ σοι ἡ χά­ρις μου· ἡ γὰρ δύ­να­μίς μου ἐν ἀ­σθε­νεί­ᾳ τε­λει­οῦ­ται.
Ἥ­δι­στα οὖν μᾶλ­λον καυ­χή­σο­μαι ἐν ταῖς ἀ­σθε­νεί­αις μου, ἵ­να ἐ­πι­σκη­νώ­σῃ ἐπ᾿ ἐ­μὲ ἡ δύ­να­μις τοῦ Χρι­στοῦ.

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιϚ´ 19-31).

Εἶ­πεν ὁ Κύ­ρι­ος·
Ἄν­θρω­πός τις ἦν πλού­σι­ος, καὶ ἐ­νε­δι­δύ­σκε­το πορ­φύ­ραν καὶ βύσ­σον εὐ­φραι­νό­με­νος καθ᾿ ἡ­μέ­ραν λαμ­πρῶς.
Πτω­χὸς δέ τις ἦν ὀ­νό­μα­τι Λά­ζα­ρος, ὃς ἐ­βέ­βλη­το πρὸς τὸν πυ­λῶ­να αὐ­τοῦ ἡλ­κω­μέ­νος καὶ ἐ­πι­θυ­μῶν χορ­τα­σθῆ­ναι ἀ­πὸ τῶν ψι­χί­ων τῶν πι­πτόν­των ἀ­πὸ τῆς τρα­πέ­ζης τοῦ πλου­σί­ου· ἀλ­λὰ καὶ οἱ κύ­νες ἐρ­χό­με­νοι ἐ­πέ­λει­χον τὰ ἕλ­κη αὐ­τοῦ.
Ἐ­γέ­νε­το δὲ ἀ­πο­θα­νεῖν τὸν πτω­χὸν καὶ ἀ­πε­νε­χθῆ­ναι αὐ­τὸν ὑ­πὸ τῶν ἀγ­γέ­λων εἰς τὸν κόλ­πον Ἀ­βρα­άμ· ἀ­πέ­θα­νε δὲ καὶ ὁ πλού­σι­ος καὶ ἐ­τά­φη.
Καὶ ἐν τῷ ᾅ­δῃ ἐ­πά­ρας τοὺς ὀ­φθαλ­μοὺς αὐ­τοῦ, ὑ­πάρ­χων ἐν βα­σά­νοις, ὁ­ρᾷ Ἀ­βρα­ὰμ ἀ­πὸ μα­κρό­θεν καὶ Λά­ζα­ρον ἐν τοῖς κόλ­ποις αὐ­τοῦ.
Καὶ αὐ­τὸς φω­νή­σας εἶ­πε· πά­τερ Ἀ­βρα­άμ, ἐ­λέ­η­σόν με καὶ πέμ­ψον Λά­ζα­ρον ἵ­να βά­ψῃ τὸ ἄ­κρον τοῦ δα­κτύ­λου αὐ­τοῦ ὕ­δα­τος καὶ κα­τα­ψύ­ξῃ τὴν γλῶσ­σάν μου, ὅ­τι ὀ­δυ­νῶ­μαι ἐν τῇ φλο­γὶ ταύ­τῃ.
Εἶ­πε δὲ Ἀ­βρα­άμ· τέ­κνον, μνή­σθη­τι ὅ­τι ἀ­πέ­λα­βες σὺ τὰ ἀ­γα­θά σου ἐν τῇ ζω­ῇ σου, καὶ Λά­ζα­ρος ὁ­μοί­ως τὰ κα­κά· νῦν δὲ ὧ­δε πα­ρα­κα­λεῖ­ται, σὺ δὲ ὀ­δυ­νᾶ­σαι· καὶ ἐ­πὶ πᾶ­σι τού­τοις με­τα­ξὺ ἡ­μῶν καὶ ὑ­μῶν χά­σμα μέ­γα ἐ­στή­ρι­κται, ὅ­πως οἱ θέ­λον­τες δι­α­βῆ­ναι ἔν­θεν πρὸς ὑ­μᾶς μὴ δύ­νων­ται, μη­δὲ οἱ ἐ­κεῖ­θεν πρὸς ἡ­μᾶς δι­α­πε­ρῶ­σιν.
Εἶ­πε δέ· ἐ­ρω­τῶ οὖν σε, πά­τερ, ἵ­να πέμ­ψῃς αὐ­τὸν εἰς τὸν οἶ­κον τοῦ πα­τρός μου· Ἔχω γὰρ πέν­τε ἀ­δελ­φούς· ὅ­πως δι­α­μαρ­τύ­ρη­ται αὐ­τοῖς, ἵ­να μὴ καὶ αὐ­τοὶ ἔλ­θω­σιν εἰς τὸν τό­πον τοῦ­τον τῆς βα­σά­νου.
Λέ­γει αὐ­τῷ Ἀ­βρα­άμ· ἔ­χου­σι Μω­ϋ­σέ­α καὶ τοὺς προ­φή­τας· ἀ­κου­σά­τω­σαν αὐ­τῶν.
Ὁ δὲ εἶ­πεν· οὐ­χί, πά­τερ Ἀ­βρα­άμ, ἀλλ᾿ ἐ­άν τις ἀ­πὸ νε­κρῶν πο­ρευ­θῇ πρὸς αὐ­τούς, με­τα­νο­ή­σου­σιν.
Εἶ­πε δὲ αὐ­τῷ· εἰ Μω­ϋ­σέ­ως καὶ τῶν προ­φη­τῶν οὐκ ἀ­κού­ου­σιν, οὐ­δὲ ἐ­άν τις ἐκ νε­κρῶν ἀ­να­στῇ πει­σθή­σον­ται.

Ακολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

† ΚΥΡΙΑΚΗ ΙΘ΄__Ε΄ ΛΟΥΚΑ__ Ἦχος β΄_ἑωθινὸν η΄__03_11_2024__R

Δείτε ακόμη

4 Νοεμβρίου του 1254 μ.Χ.
Άγιος Ιωάννης ο Βατατζής ο ελεήμονας βασιλιάς
ο μαρμαρωμένος βασιλιάς

4 Νοεμβρίου  Δευτέρα. Ἰωαννικίου ὁσίου τοῦ μεγάλου (†846), Νικάν δρου καὶ Ἑρμαίου ἱερομαρτύρων. Ἰωάννου Βατάτζη τοῦ βασιλέως καὶ ἐλεήμονος. Γεωργίου ὁσίου (Καρσλίδη) τοῦ ἐν Δράμᾳ

Περισσότερα...

20 ΟΚΤΩΒΡΙΟΥ 2024   † ΚΥΡΙΑΚΗ ΙΖ΄      (Ϛ΄ ΛΟΥΚΑ)
 Ἦ­χος πλ. δ´.     Ἑ­ω­θι­νὸν Ϛ΄

20 ΟΚΤΩΒΡΙΟΥ 2024   † ΚΥΡΙΑΚΗ ΙΖ΄      (Ϛ΄ ΛΟΥΚΑ)   Ἦ­χος πλ. δ´.     Ἑ­ω­θι­νὸν Ϛ΄ Ἀρτεμίου μεγαλομ. (†326),     Ματρώνης ὁσίας τῆς Χιοπολίτιδος (†462),    Γερασίμου ὁσίου τοῦ

Περισσότερα...
Skip to content