Τῇ Δ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ, Μαξιμιλιανοῦ, Ἑξακουστωδιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἰωάννου καὶ Κωνσταντίνου, ὅτε ἐκ τοῦ ὕπνου ἐξανέστησαν.
Στίχ. Τὸν ἑπτάριθμον τιμῶ χορὸν Μαρτύρων,
Δείξαντα ἀνάστασιν νεκρῶν τῷ κόσμῳ.
Τῇ δὲ τετάρτῃ νεκροέγερτοι ξύνθανον ἑπτά.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἀνακομιδῆς τῶν Λειψάνων τῆς Ὁσίας Μητρὸς ἡμῶν καὶ Μάρτυρος Εὐδοκίας.
Στίχ. Ὀσμή! τί τοῦτο; Σῶμα τῆς Εὐδοκίας,
Ἀθλητικῶν ἀπόζον ἥκει χαρίτων.
Πότνια Εὐδοκίη νεκρὰ ἤχθη ἀμφὶ τετάρτην.
Ακολουθίες Εσπερινού Όρθρου και Θείας Λειτουργίας.