9 ΦΕΒΡΟΥΑΡΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ ΙϚ´ ΛΟΥΚΑ. ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ Ἀπόδοσις τῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. Ἦχος πλ. δ´. Ἑωθινὸν ια´.
Νικηφόρου μάρτυρος (†257), Μαρκέλλου Σικελίας, Φιλαγρίου Κύπρου, Παγκρατίου Ταυρομενίου (δ´ αἰ.).
Ἄρχεται τὸ Τριῴδιον
Σημείωσις. Ἀπὸ σήμερον ἄρχονται συμψαλλόμενοι οἱ ἐν τῷ λειτουργικῷ βιβλίῳ τοῦ Τριῳδίου περιεχόμενοι ὕμνοι. Ἔν τισι ναοῖς πρὸ τῆς ἐνάρξεως τοῦ ἑσπερινοῦ τίθεται ὑπὸ τὴν ἐν τῷ τέμπλῳ εἰκόνα τοῦ Χριστοῦ ἐπὶ ηὐτρεπισμένου σκίμποδος τὸ λειτουργικὸν βιβλίον τοῦ Τριῳδίου, ἔνθα μεταβαίνει ὁ πρωτοψάλτης (ἐκπροσωπῶν τοὺς ἐν τοῖς ἀναλογίοις ὑπηρετοῦντας), βάλλει πρὸ τῆς εἰκόνος μετανοίας 3, ἀσπάζεται αὐτήν, λαμβάνει μετὰ χεῖρας τὸ Τριῴδιον καὶ ἀσπάζεται αὐτό, ποιεῖ πάλιν μετανοίας μικρὰς 3 καὶ ἀπέρχεται μετὰ τοῦ Τριῳδίου εἰς τὴν οἰκείαν θέσιν αὐτοῦ.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ιη´ 10-14.)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην·
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾽ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος·
ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!