Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς εἰς οὐρανοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.
Στίχ. Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρων κάτω·
Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω.
Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα Ἠλία ἱππεῦ.
Ὃς ἦν υἱὸς Σωβάκ, ἐκ Θέσβης, ἐκ γῆς Ἀράβων, ἐκ φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ· ὅτι ἡ Θέσβη δόμα ἦν τοῖς Ἱερεῦσι δεδομένη. Καὶ ὅτε ἔτεκεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, εἶδε Σωβὰκ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄνδρες λευκοφανεῖς αὐτὸν προσηγόρευον καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν. Καὶ ἐλθὼν εἰς Ἱερουσαλήμ, ἀπήγγειλε τοῖς Ἱερεῦσι καὶ εἶπεν αὐτῷ ὁ χρηματισμός· Μὴ δειλιάσῃς ἄνθρωπε· ἔσται γὰρ ἡ οἴκησις τοῦ παιδίου φῶς, καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις καὶ ἡ ζωὴ αὐτοῦ κατὰ Κύριον καὶ ὁ ζῆλος αὐτοῦ εὐάρεστος τῷ Κυρίῳ· καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί.
Οὗτος οὖν προεφήτευσεν ἔτη εἰκοσιπέντε· προέλαβε δὲ τὴν ἔλευσιν τοῦ Χριστοῦ ἔτη ὀκτακόσια ἓξ καὶ δέκα. Οὗτός ἐστιν Ἠλίας, ὁ πῦρ ἐξ οὐρανοῦ τρίτον κατενέγκας καὶ τὸν ὑετὸν τῇ ἰδίᾳ γλώττῃ βαστάσας καὶ νεκροὺς ἐγείρας καὶ πεντήκοντα δισσοὺς καταφλέξας καὶ ἐν τῷ Χωρὴβ ὄρει τὸν Θεὸν ἰδών, ὡς ἀνθρώπῳ δυνατὸν ἦν ἰδεῖν· καὶ τὸν Ἰορδάνην τῇ μηλωτῇ σχίσας καὶ εἰς οὐρανοὺς ἐν ἅρματι πυρὸς ἀναληφθεὶς καὶ ἐν τῇ Μεταμορφώσει μετὰ Μωσέως τῷ Χριστῷ παραστάς.