Τῇ ΙΕ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς σεβασμίας μεταστάσεως τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Στίχ. Οὐ θαῦμα θνήσκειν κοσμοσώτειραν Κόρην,
Τοῦ κοσμοπλάστου σαρκικῶς τεθνηκότος.
Ζῇ ἀεὶ Θεομήτωρ, κἂν δεκάτῃ θάνε πέμπτῃ.
ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´.
Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον, οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς· καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος πλ. β´. Αὐτόμελον.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Ὅτε πρὸς ἑαυτὸν Χριστὸς ὁ Θεὸς ἡμῶν προσλαβεῖν ηὐδόκησε τὴν ἰδίαν Μητέρα, τότε, πρὸ τριῶν ἡμερῶν, δι᾿ Ἀγγέλου αὐτῇ τὴν ἀπὸ γῆς μετάστασιν γνωρίζων, Καιρός, φησί, τὴν ἐμὴν προσλαβέσθαι Μητέρα πρὸς ἐμαυτόν.
Μηδὲν οὖν ἐπὶ τούτῳ θορυβηθῇς, ἀλλὰ μετ᾿ εὐφροσύνης δέξαι τὸν λόγον, καὶ γὰρ πρὸς ἀθάνατον ἔρχῃ ζωήν.
Καὶ δὴ τῷ πόθῳ τῆς πρὸς τὸν Υἱὸν μεταστάσεως, ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν ἄνεισι προσευξομένη μετὰ σπουδῆς (εἰώθει γὰρ συνεχῶς ἐν αὐτῷ ἀνιοῦσα προσεύχεσθαι)· ἐφ᾿ ᾧ καί τι παράδοξον τηνικαῦτα συμβαίνει γενέσθαι· κλίνουσι γὰρ ἐξ ἑαυτῶν τὰ παρὰ τὸ ὄρος φυτά, καὶ ὥσπερ ἔμψυχα δοῦλα τὸ προσῆκον σέβας τῇ Δεσποίνῃ ἀποπληροῦσι.
Μετὰ δὲ τὴν εὐχήν, ὑποστρέφει πρὸς τὴν οἰκίαν καὶ εὐθέως ἐσείσθη ἅπασα.
Αὐτὴ δὲ πολλὰ φῶτα ποιησαμένη καὶ εὐχαριστήσασα τῷ Θεῷ, συγκαλεῖ τοὺς αὐτῆς συγγενεῖς τε καὶ γείτονας· σαροῖ πᾶσαν τὴν οἰκίαν· ἑτοιμάζει τὴν κλίνην καὶ πάντα τὰ πρὸς ταφὴν ἐπιτήδεια.
Δῆλα ποιεῖ τὰ παρὰ τοῦ Ἀγγέλου πρὸς αὐτὴν λαληθέντα, περὶ τῆς εἰς οὐρανοὺς αὐτῆς μεταστάσεως· καὶ εἰς πίστιν τῶν λεγομένων, τὸ δοθὲν αὐτῇ βραβεῖον ὑποδεικνύει· τὸ δὲ ἦν φοίνικος κλάδος.
Αἱ δὲ μετακληθεῖσαι γυναῖκες, τούτων ἀκούσασαι, θρήνοις ἑαυτὰς σὺν δάκρυσιν ἔλουον καὶ μετ᾿ οἰμωγῆς ὠλοφύροντο. Ὅμως τοῦ κόπτεσθαι παυσάμεναι, μὴ ἀπορφανισθῆναι ταύτης ἱκέτευον.
Ἡ δὲ οὐ μόνον αὐτάς, ἀλλὰ καὶ πάντα τὸν κόσμον, μεταστᾶσα, περισκέπειν καὶ ἐφορᾶν διεβεβαιοῦτο· καὶ τὸ πολὺ τῆς λύπης ἀφῄρει τοῖς παραμυθητικοῖς ῥήμασιν, οἷς πρὸς τοὺς περιεστῶτας ἐλάλει.
Εἶτα περὶ τῶν αὑτῆς δύο χιτώνων διατάττεται, ὥς τε τὰς δύο πενιχρὰς χήρας ἀνὰ χιτῶνα λαβεῖν, αἵ τινες συνήθεις αὐτῇ ἦσαν καὶ γνώριμοι, καὶ τὰ πρὸς διατροφὴν παρ᾿ αὐτῆς ἐκομίζοντο.
Ταῦτα οὕτω διεξιούσης αὐτῆς καὶ διαταττομένης, γίνεται ἄφνω βροντῆς βιαίας ἦχος καὶ πλείστων ἐπιστασία νεφελῶν, ἀπὸ τῶν τοῦ κόσμου περάτων τοὺς Χριστοῦ Μαθητὰς ἀθρόον τῇ οἰκίᾳ τῆς Θεομήτορος φερομένων· ἐν οἷς ἦσαν καὶ οἱ θεόσοφοι Ἱεράρχαι, Διονύσιος ὁ Ἀρεοπαγίτης, Ἱερόθεός τε ὁμοῦ καὶ Τιμόθεος. Οἵ, ἐπεὶ ἔμαθον τὴν αἰτίαν τῆς αὐτῶν ἀθρόας παρουσίας, τοιαῦτα πρὸς αὐτὴν διεξίασι λέγοντες·
Σέ, Δέσποινα, μένουσαν ἐν τῷ κόσμῳ, ὡς αὐτὸν τὸν Δεσπότην ἡμῶν καὶ διδάσκαλον βλέποντες, παρεμυθούμεθα· νῦν δὲ πῶς οἴσομεν τὸ πάθος; Ἐπεὶ δὲ τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου βουλῇ μεθίστασαι πρὸς τὰ ὑπερκόσμια, χαίρομεν τοῖς ἐπὶ σοὶ οἰκονομουμένοις.
Ταῦτα λέγοντες, τοῖς δάκρυσιν ἑαυτοὺς ἔβρεχον.
Ἡ δὲ πρὸς αὐτούς· Μή, φίλοι Μαθηταὶ τοῦ ἐμοῦ Υἱοῦ καὶ Θεοῦ, μὴ πένθος ἐργάσησθε τὴν ἐμὴν χαράν· ἀλλὰ τὸ ἐμὸν σῶμα, καθὼς ἐγὼ σχηματίσω τῇ κλίνῃ, κηδεύσατε.
Τούτων οὕτω πληρωθέντων, φθάνει καὶ Παῦλος ὁ θεσπέσιος, τὸ σκεῦος τῆς ἐκλογῆς· ὃς καὶ πεσὼν πρὸς τοὺς πόδας τῆς Θεομήτορος, προσεκύνησε· καὶ ἀνοίξας αὐτοῦ τὸ στόμα, διὰ πολλὼν ἐγκωμιάζει αὐτήν· Χαῖρε, λέγων, Μῆτερ τῆς ζωῆς καὶ τοῦ ἐμοῦ κηρύγματος ἡ ὑπόθεσις. Εἰ γὰρ καὶ τὸν Χριστὸν μὴ τεθέαμαι, ἀλλὰ σὲ βλέπων, ἐκεῖνον ἐδόκουν θεωρεῖν.
Εἶτα συντάσσεται πᾶσιν ἡ Παρθένος. Ἀναπίπτει ἐπὶ τῆς κλίνης. Σχηματίζει τὸ πανάχραντον αὑτῆς, ὡς ἠβουλήθη, σῶμα. Ὑπὲρ συστάσεως κόσμου, καὶ εἰρηνικῆς διαγωγῆς δεήσεις ποιεῖται. Εὐλογίας τῆς δι᾿ αὐτῆς πληροῖ καὶ αὐτούς· καὶ οὕτως εἰς χεῖρας τοῦ ἑαυτῆς Υἱοῦ καὶ Θεοῦ τὸ πνεῦμα ἀφίησι.
Ἐπὶ τούτοις ἄρχεται τῶν ἐξοδίων ὕμνων ὁ Πέτρος·
αἴρουσιν οἱ λοιποὶ τῶν Ἀποστόλων τὸ κλινίδιον καὶ οἱ μὲν προάγουσι μετὰ λαμπάδων καὶ ὑμνῳδιῶν, οἱ δὲ ἐφέπονται, τὸ Θεοδόχον σῶμα πρὸς τὸ μνῆμα προπέμποντες.
Τότε δὴ τότε καὶ Ἄγγελοι ὑμνοῦντες ἠκούοντο καὶ φωναὶ τῶν ὑπερκοσμίων τάξεων τὸν ἀέρα ἐπλήρουν.
Ἐφ᾿ οἷς οἱ τῶν Ἰουδαίων ἄρχοντες, τινὰς τοῦ ὄχλου ἀνερεθίσαντες, πείθουσι πειρᾶσαι τὴν κλίνην περιτρέψαι εἰς γῆν, ἐφ᾿ ἣν τὸ ζωαρχικὸν ἐτέθη σῶμα, καὶ τοῦτο καταβαλεῖν.
Ἀλλ᾿ ἤδη τοὺς τολμητὰς ἡ δίκη φθάσασα, ὀμμάτων τυφλώσει πάντας κολάζει.
Ἕνα δὲ αὐτῶν καὶ χειρῶν ἀποστερεῖ ἀμφοτέρων, μανικώτερον ὁρμήσαντα καὶ τοῦ ἱεροῦ ἐκείνου σκίμποδος ἐναψάμενον· ὃς παρὰ τὴν κλίνην τὰς αὐθάδεις χεῖρας, κοπείσας τῷ ξίφει τῆς δίκης, ἀπῃωρημένας ἀφείς, ἔμεινεν ἐλεεινὸν θέαμα· ἕως οὗ πιστεύσας ἐξ ὅλης ψυχῆς, καὶ θεραπείας τυχών, ἀποκατέστη ὡς τὸ πρότερον ὑγιής.
Οὕτω καὶ τοῖς τυφλωθεῖσι, πιστεύσασι, μέρος τι τοῦ παλλίου τῆς κλίνης ἐπιτεθέν, τὴν ἴασιν ἐδωρήσατο.
Οἱ δὲ Ἀπόστολοι, καταλαβόντες τὸ χωρίον Γεθσημανῆ, κατέθηκαν ἐν τῷ μνήματι τὸ ζωαρχικὸν σῶμα, καὶ τρεῖς ἡμέρας προσμένουσιν ἐν αὐτῷ, τῶν γινομένων ἀπαύστως ἀγγελικῶν φωνῶν ὑπακούοντες.
Ἐπεὶ δέ, κατὰ θείαν οἰκονομίαν, εἷς τῶν Ἀποστόλων, ἀπολειφθεὶς τῆς κηδείας τοῦ ζωαρχικοῦ σώματος καὶ τρίτῃ παραγεγονὼς ἡμέρᾳ, ἠθύμει σφόδρα καὶ συνεχεῖτο, διὰ τὸ μὴ τῶν αὐτῶν καὶ αὐτὸν ἀξιωθῆναι, ὧν ἠξιώθησαν πάντες οἱ συναπόστολοι, κοινῇ ψήφῳ, ἕνεκα τοῦ ἀπολειφθέντος Ἀποστόλου, τὸν τάφον ἤνοιξαν, οὕτω δόξαν αὐτοῖς πᾶσιν, εἰς τὸ προσκυνῆσαι καὶ αὐτὸν τὸ πανάγιον καὶ πανάμωμον ἐκεῖνο σκῆνος, καὶ ἰδόντες ἐξέστησαν.
Εὗρον γὰρ αὐτὸν κενὸν τοῦ ἁγίου σώματος, μόνην δὲ τὴν σινδόνα φέροντα, παραμύθιον μείνασαν τοῖς λυπεῖσθαι μέλλουσι καὶ πᾶσι τοῖς πιστοῖς, καὶ τῆς μεταθέσεως ἀψευδὲς μαρτύριον.
Καὶ γὰρ μέχρι τοῦ νῦν, ὁ ἐν πέτρᾳ διαγλυφεὶς τάφος οὕτως ὁρᾶται καὶ προσκυνεῖται, σώματος μένων κενός, εἰς δόξαν καὶ τιμὴν τῆς ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Ἧς ταῖς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!
ΚΟΙΜΗΣΕΩΣ_ΤΗΣ_ΘΕΟΤΟΚΟΥ_15_ΑΥΓΟΥΣΤΟΥ__ΑΚΟΛΟΥΘΙΑ_ΠΟΥ_ΙΣΧΥΕΙ_ΑΙΩΝΙΩΣ_ΠΛΗΝ_ΚΥΡΙΑΚΗΣ__R