Τῌ ΚΔ´ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Κοσμᾶ
τοῦ νέου ἱερομάρτυρος τοῦ Αἰτωλοῦ (†1779)·

Τῌ ΚΔ´ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ  Εὐτυχοῦς ἱερομάρτυρος (β΄ αἰ.). Κοσμᾶ τοῦ νέου ἱερομάρτυρος τοῦ Αἰτωλοῦ (†1779)·   μετάθεσις τοῦ λειψάνου τοῦ ἁγ. Διονυσίου Αἰγίνης (1717).

ΤΚΔ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κοσμᾶ τοῦ  Ἰσαποστόλου, ἀθλήσαντος δι᾿ ἀγχόνης κατὰ τὸ ἔτος 1779.
Στί­χ.Κόσμος τῶν πιστῶν Κοσμᾶς ὁ θεῖος ὤφθη,
Ἀποστόλων ἴχνεσι στεῤῥῶς βαδίσας.
Εἰκάδι τετάρτῃ Κοσμᾶν θεήπνουν δυσσεβεῖς ἀπῆγξαν.

Οὗτος ὁ μακάριος ἦν κατὰ τὸν δέκατον καὶ ὄγδοον αἰῶνα. Πατρίδα ἔσχε τὸ ἐν Αἰτωλίᾳ χωρίον, οὗ ἡ κλῆσις Μέγα Δένδρον, ἐκ γονέων εὐσεβῶν βλαστήσας. Τὸν μονήρη ποθήσας βίον, καὶ ἐν τῇ κατὰ τὸ Ἁγιώνυμον Ὄρος τοῦ Ἄθω ἱερᾷ Μονῇ τοῦ Φιλοθέου ἀσκητικῶς ἀγωνισάμενος καὶ θείαν ἔλλαμψιν λαβὼν καὶ θεόθεν χρηματισθείς, ἀπεστάλη κηρύξαι τὸν λόγον τῆς σωτηρίας, ὡς ἄλλος Ἀπόστολος, ἐν τοῖς ζοφεροῖς τῆς δουλείας χρόνοις, ἣν οἱ τῆς Ἄγαρ ἀπόγονοι τοῖς ὁμοφύλοις καὶ ὁμοπίστοις αὐτοῦ ἐπήνεγκαν, ἀῤῥήτοις τοῦ Θεοῦ κρίμασι. Καὶ πλείστας πόλεις καὶ χωρία καὶ νήσους περιελθών, καὶ πᾶσαν τὴν Ἑλλάδα, συνελόντι φάναι, τῷ φθόγγῳ περιλαβών, ἐν Ἠπείρῳ μαρτυρικῷ τέλει τὸν βίον ἐσφράγισεν, ἀγχόνῃ θανατωθεὶς παρὰ τῶν δυσσεβῶν. Τὸ δὲ τίμιον αὐτοῦ σκῆνος, χαριτωθὲν θείῳ Πνεύματι, πλείστας ἰάσεις καὶ θαύματα παρέχει τοῖς πίστει προσερχομένοις τῇ τούτου χάριτι καὶ πρεσβείᾳ.

Ακολουθίες Εσπερινού Όρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

ΑΚΟΛΟΥΘΙΑ_ΑΓΙΟΥ_ΚΟΣΜΑ_ΑΙΤΩΛΟΥ__24_ΑΥΓΟΥΣΤΟΥ

 

Δείτε ακόμη

4 Νοεμβρίου του 1254 μ.Χ.
Άγιος Ιωάννης ο Βατατζής ο ελεήμονας βασιλιάς
ο μαρμαρωμένος βασιλιάς

4 Νοεμβρίου  Δευτέρα. Ἰωαννικίου ὁσίου τοῦ μεγάλου (†846), Νικάν δρου καὶ Ἑρμαίου ἱερομαρτύρων. Ἰωάννου Βατάτζη τοῦ βασιλέως καὶ ἐλεήμονος. Γεωργίου ὁσίου (Καρσλίδη) τοῦ ἐν Δράμᾳ

Περισσότερα...

3 Νοεμβρίου 2024  † Κυριακή ΙΘ´ (Ε´ Λουκά)   
Ἦ­χος β´ Ἑ­ω­θι­νὸν η´

3 ΝΟΕΜΒΡΙΟΥ 2024  † ΚΥΡΙΑΚΗ ΙΘ´          (Ε´ ΛΟΥΚΑ)    Ἦ­χος β´.    Ἑ­ω­θι­νὸν η´ Ἀ­κε­ψι­μᾶ, Ἰ­ω­σήφ, Ἀ­ει­θα­λᾶ μαρ­τύ­ρων (δ´ αἰ.­)· ἀ­να­κο­μι­δὴ τῶν λει­ψά­νων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου. Γε­ωρ­γί­ου

Περισσότερα...
Skip to content