25 ΑΥΓΟΥΣΤΟΥ 2024 † ΚΥΡΙΑΚΗ Θ´ ΜΑΤΘΑΙΟΥ
Τίτου ἀποστόλου, ἐπισκόπου Γορτύνης Κρήτης·
ἡ ἐπάνοδος τοῦ λειψάνου τοῦ ἀποστόλου Βαρθολομαίου.
Ἦχος πλ. δ´. Ἑωθινὸν Θ´.

Ὀ­λι­γό­πι­στε! εἰς τί ἐ­δί­στα­σας;

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἠ­νάγ­κα­σεν ὁ Ἰ­η­σοῦς τοὺς μα­θη­τὰς αὐ­τοῦ ἐμ­βῆ­ναι εἰς τὸ πλοῖ­ον καὶ προ­ά­γειν αὐ­τὸν εἰς τὸ πέ­ραν, ἕ­ως οὗ ἀ­πο­λύ­σῃ τοὺς ὄ­χλους. Καὶ ἀ­πο­λύ­σας τοὺς ὄ­χλους ἀ­νέ­βη εἰς τὸ ὄ­ρος κατ᾿ ἰ­δί­αν προ­σεύ­ξα­σθαι. ὀ­ψί­ας δὲ γε­νο­μέ­νης μό­νος ἦν ἐ­κεῖ. Τὸ δὲ πλοῖ­ον ἤ­δη μέ­σον τῆς θα­λάσ­σης ἦν, βα­σα­νι­ζό­με­νον ὑ­πὸ τῶν κυ­μά­των· ἦν γὰρ ἐ­ναν­τί­ος ὁ ἄ­νε­μος. Τε­τάρ­τῃ δὲ φυ­λα­κῇ τῆς νυ­κτὸς ἀ­πῆλ­θε πρὸς αὐ­τοὺς ὁ Ἰ­η­σοῦς πε­ρι­πα­τῶν ἐ­πὶ τῆς θα­λάσ­σης. Καὶ ἰ­δόν­τες αὐ­τὸν οἱ μα­θη­ταὶ ἐ­πὶ τὴν θά­λασ­σαν πε­ρι­πα­τοῦν­τα ἐ­τα­ρά­χθη­σαν λέ­γον­τες ὅ­τι φάν­τα­σμά ἐ­στι, καὶ ἀ­πὸ τοῦ φό­βου ἔ­κρα­ξαν. Εὐ­θέ­ως δὲ ἐ­λά­λη­σεν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς λέ­γων· Θαρ­σεῖ­τε, ἐ­γώ εἰ­μι· μὴ φο­βεῖ­σθε. Ἀ­πο­κρι­θεὶς δὲ αὐ­τῷ ὁ Πέ­τρος εἶ­πε· Κύ­ρι­ε, εἰ σὺ εἶ, κέ­λευ­σόν με πρὸς σὲ ἐλ­θεῖν ἐ­πὶ τὰ ὕ­δα­τα· Ὁ δὲ εἶ­πεν· Ἐλ­θέ. Καὶ κα­τα­βὰς ἀ­πὸ τοῦ πλοί­ου ὁ Πέ­τρος πε­ρι­ε­πά­τη­σεν ἐ­πὶ τὰ ὕ­δα­τα ἐλ­θεῖν πρὸς τὸν Ἰ­η­σοῦν. Βλέ­πων δὲ τὸν ἄ­νε­μον ἰ­σχυ­ρὸν ἐ­φο­βή­θη, καὶ ἀρ­ξά­με­νος κα­τα­πον­τί­ζε­σθαι ἔ­κρα­ξε λέ­γων· Κύ­ρι­ε, σῶ­σόν με. Εὐ­θέ­ως δὲ ὁ Ἰ­η­σοῦς ἐ­κτεί­νας τὴν χεῖ­ρα ἐ­πε­λά­βε­το αὐ­τοῦ καὶ λέ­γει αὐ­τῷ· Ὀ­λι­γό­πι­στε! εἰς τί ἐ­δί­στα­σας; Καὶ ἐμ­βάν­των αὐ­τῶν εἰς τὸ πλοῖ­ον ἐ­κό­πα­σεν ὁ ἄ­νε­μος. Οἱ δὲ ἐν τῷ πλοί­ῳ ἐλ­θόν­τες προ­σε­κύ­νη­σαν αὐ­τῷ λέ­γον­τες· Ἀ­λη­θῶς Θε­οῦ υἱ­ὸς εἶ. Καὶ δι­α­πε­ρά­σαν­τες ἦλ­θον εἰς τὴν γῆν Γεν­νη­σα­ρέτ.    [Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιδ´ 22-34)].

Ακολουθίες Εσπερινού Όρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

ΚΥΡΙΑΚΗ__Θ_ΜΑΤΘΑΙΟΥ_Ἦχος πλ. δ΄ ἑωθινὸν θ΄_Τίτου ἀποστόλου_ἐπισκόπου Γορτύνης Κρήτης_ἀποστόλου Βαρθολομαίου___25_08_ 2024__R

Δείτε ακόμη

4 Νοεμβρίου του 1254 μ.Χ.
Άγιος Ιωάννης ο Βατατζής ο ελεήμονας βασιλιάς
ο μαρμαρωμένος βασιλιάς

4 Νοεμβρίου  Δευτέρα. Ἰωαννικίου ὁσίου τοῦ μεγάλου (†846), Νικάν δρου καὶ Ἑρμαίου ἱερομαρτύρων. Ἰωάννου Βατάτζη τοῦ βασιλέως καὶ ἐλεήμονος. Γεωργίου ὁσίου (Καρσλίδη) τοῦ ἐν Δράμᾳ

Περισσότερα...

3 Νοεμβρίου 2024  † Κυριακή ΙΘ´ (Ε´ Λουκά)   
Ἦ­χος β´ Ἑ­ω­θι­νὸν η´

3 ΝΟΕΜΒΡΙΟΥ 2024  † ΚΥΡΙΑΚΗ ΙΘ´          (Ε´ ΛΟΥΚΑ)    Ἦ­χος β´.    Ἑ­ω­θι­νὸν η´ Ἀ­κε­ψι­μᾶ, Ἰ­ω­σήφ, Ἀ­ει­θα­λᾶ μαρ­τύ­ρων (δ´ αἰ.­)· ἀ­να­κο­μι­δὴ τῶν λει­ψά­νων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου. Γε­ωρ­γί­ου

Περισσότερα...
Skip to content