16 Φεβρουαρίου 2025   † ΚΥΡΙΑΚΗ ΙΖ´ ΛΟΥΚΑ
ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ

16 ΦΕΒΡΟΥΑΡΙΟΥ 2025   † ΚΥΡΙΑΚΗ ΙΖ´ ΛΟΥΚΑ.  ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ  Ἦ­χος α´. Ἑ­ω­θι­νὸν α´
Παμ­φί­λου μάρ­τυ­ρος (†307) καὶ τῶν σὺν αὐ­τῷ. Φλα­βι­α­νοῦ πα­τρι­άρ­χου ΚΠό­λε­ως (†449).

 

 

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιε´ 11-32).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την·
Ἄν­θρω­πός τις εἶ­χε δύ­ο υἱ­ούς.
Καὶ εἶ­πεν ὁ νε­ώ­τε­ρος αὐ­τῶν τῷ πα­τρί· πά­τερ, δός μοι τὸ ἐ­πι­βάλ­λον μέ­ρος τῆς οὐ­σί­ας.
Καὶ δι­εῖ­λεν αὐ­τοῖς τὸν βί­ον.
Καὶ μετ᾿ οὐ πολ­λὰς ἡ­μέ­ρας συ­να­γα­γὼν ἅ­παν­τα ὁ νε­ώ­τε­ρος υἱ­ὸς ἀ­πε­δή­μη­σεν εἰς χώ­ραν μα­κράν, καὶ ἐ­κεῖ δι­ε­σκόρ­πι­σε τὴν οὐ­σί­αν αὐ­τοῦ ζῶν ἀ­σώ­τως.
Δα­πα­νή­σαν­τος δὲ αὐ­τοῦ πάν­τα, ἐ­γέ­νε­το λι­μὸς ἰ­σχυ­ρὸς κα­τὰ τὴν χώ­ραν ἐ­κεί­νην, καὶ αὐ­τὸς ἤρ­ξα­το ὑ­στε­ρεῖ­σθαι. Καὶ πο­ρευ­θεὶς ἐ­κολ­λή­θη ἑ­νὶ τῶν πο­λι­τῶν τῆς χώ­ρας ἐ­κεί­νης, καὶ ἔ­πεμ­ψεν αὐ­τὸν εἰς τοὺς ἀ­γροὺς αὐ­τοῦ βό­σκειν χοί­ρους. Καὶ ἐ­πε­θύ­μει γε­μί­σαι τὴν κοι­λί­αν αὐ­τοῦ ἀ­πὸ τῶν κε­ρα­τί­ων, ὧν ἤ­σθι­ον οἱ χοῖ­ροι, καὶ οὐ­δεὶς ἐ­δί­δου αὐ­τῷ.
Εἰς ἑ­αυ­τὸν δὲ ἐλ­θὼν εἶ­πε· πό­σοι μί­σθι­οι τοῦ πα­τρός μου πε­ρισ­σεύ­ου­σιν ἄρ­των, ἐ­γὼ δὲ λι­μῷ ἀ­πόλ­λυ­μαι! ἀ­να­στὰς πο­ρεύ­σο­μαι πρὸς τὸν πα­τέ­ρα μου καὶ ἐ­ρῶ αὐ­τῷ·
πά­τερ, ἥ­μαρ­τον εἰς τὸν οὐ­ρα­νὸν καὶ ἐ­νώ­πι­όν σου· οὐ­κέ­τι εἰ­μὶ ἄ­ξι­ος κλη­θῆ­ναι υἱ­ός σου· ποί­η­σόν με ὡς ἕ­να τῶν μι­σθί­ων σου.
Καὶ ἀ­να­στὰς ἦλ­θε πρὸς τὸν πα­τέ­ρα αὐ­τοῦ.
Ἔ­τι δὲ αὐ­τοῦ μα­κρὰν ἀ­πέ­χον­τος, εἶ­δεν αὐ­τὸν ὁ πα­τὴρ αὐ­τοῦ καὶ ἐ­σπλαγ­χνί­σθη, καὶ δρα­μὼν ἐ­πέ­πε­σεν ἐ­πὶ τὸν τρά­χη­λον αὐ­τοῦ καὶ κα­τε­φί­λη­σεν αὐ­τόν.
Εἶ­πε δὲ αὐ­τῷ ὁ υἱ­ός· πά­τερ, ἥ­μαρ­τον εἰς τὸν οὐ­ρα­νὸν καὶ ἐ­νώ­πι­όν σου, καὶ οὐ­κέ­τι εἰ­μὶ ἄ­ξι­ος κλη­θῆ­ναι υἱ­ός σου.
Εἶ­πε δὲ ὁ πα­τὴρ πρὸς τοὺς δού­λους αὐ­τοῦ·
ἐ­ξε­νέγ­κα­τε τὴν στο­λὴν τὴν πρώ­την καὶ ἐν­δύ­σα­τε αὐ­τόν, καὶ δό­τε δα­κτύ­λι­ον εἰς τὴν χεῖ­ρα αὐ­τοῦ καὶ ὑ­πο­δή­μα­τα εἰς τοὺς πό­δας, καὶ ἐ­νέγ­καν­τες τὸν μό­σχον τὸν σι­τευ­τὸν θύ­σα­τε, καὶ φα­γόν­τες εὐ­φραν­θῶ­μεν, ὅ­τι οὗ­τος ὁ υἱ­ός μου νε­κρὸς ἦν καὶ ἀ­νέ­ζη­σε, καὶ ἀ­πο­λω­λὼς ἦν καὶ εὑ­ρέ­θη. Καὶ ἤρ­ξαν­το εὐ­φραί­νε­σθαι.
Ἦν δὲ ὁ υἱ­ὸς αὐ­τοῦ ὁ πρε­σβύ­τε­ρος ἐν ἀ­γρῷ· καὶ ὡς ἐρ­χό­με­νος ἤγ­γι­σε τῇ οἰ­κί­ᾳ, ἤ­κου­σε συμ­φω­νί­ας καὶ χο­ρῶν, καὶ προ­σκα­λε­σά­με­νος ἕ­να τῶν παί­δων ἐ­πυν­θά­νε­το τί εἴ­η ταῦ­τα.
Ὁ δὲ εἶ­πεν αὐ­τῷ ὅ­τι ὁ ἀ­δελ­φός σου ἥ­κει καὶ ἔ­θυ­σεν ὁ πα­τήρ σου τὸν μό­σχον τὸν σι­τευ­τόν, ὅ­τι ὑ­γι­αί­νον­τα αὐ­τὸν ἀ­πέ­λα­βεν. Ὠρ­γί­σθη δὲ καὶ οὐκ ἤ­θε­λεν εἰ­σελ­θεῖν.
Ὁ οὖν πα­τὴρ αὐ­τοῦ ἐ­ξελ­θὼν πα­ρε­κά­λει αὐ­τόν.
Ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πε τῷ πα­τρί·
ἰ­δοὺ το­σαῦ­τα ἔ­τη δου­λεύ­ω σοι καὶ οὐ­δέ­πο­τε ἐν­το­λήν σου πα­ρῆλ­θον, καὶ ἐ­μοὶ οὐ­δέ­πο­τε ἔ­δω­κας ἔ­ρι­φον, ἵ­να με­τὰ τῶν φί­λων μου εὐ­φραν­θῶ· ὅ­τε δὲ ὁ υἱ­ός σου οὗ­τος, ὁ κα­τα­φα­γών σου τὸν βί­ον με­τὰ πορ­νῶν, ἦλ­θεν, ἔ­θυ­σας αὐ­τῷ τὸν μό­σχον τὸν σι­τευ­τόν.
Ὁ δὲ εἶ­πεν αὐ­τῷ·
τέ­κνον, σὺ πάν­το­τε μετ᾿ ἐ­μοῦ εἶ, καὶ πάν­τα τὰ ἐ­μὰ σά ἐ­στιν· εὐ­φραν­θῆ­ναι δὲ καὶ χα­ρῆ­ναι ἔ­δει, ὅ­τι ὁ ἀ­δελ­φός σου οὗ­τος νε­κρὸς ἦν καὶ ἀ­νέ­ζη­σε, καὶ ἀ­πο­λω­λὼς ἦν καὶ εὑ­ρέ­θη.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

 

Δείτε ακόμη

08_ΑΠΟΚΡΕΩ_
Περισσότερα
ΧΡΙΣΤΟΣ____XL
Περισσότερα