«Την Κυριακή της Αποκρέω, τῆς Δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα».
Τῇ αὐτῇ ἡμέρᾳ, τῆς Δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα.
Στίχ.
Ὅτε κρίνων γῆν, ὁ Κριτὴς πάντων κάθῃ.
Τῆς, Δεῦτε, φωνῆς ἄξιον κἀμὲ κρίνοις.
Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, τῆς εὐκταίας σου φωνῆς ἡμᾶς καταξίωσον, καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.
Δοξαστικόν Στίχων του Εσπερινού
Δόξα… Ἰδιόμελον Ἦχος πλ. δ΄
Ὅταν τίθωνται θρόνοι, καὶ ἀνοίγωνται βίβλοι, καὶ Θεὸς εἰς κρίσιν καθέζηται, ὢ ποῖος φόβος τότε!. Ἀγγέλων παρισταμένων ἐν φόβῳ, καὶ ποταμοῦ πυρὸς ἕλκοντος, τί ποιήσομεν τότε οἱ ἐν πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι ἄνθρωποι; Ὅταν δὲ ἀκούσωμεν καλοῦντος αὐτοῦ, τοὺς εὐλογημένους τοῦ Πατρὸς εἰς βασιλείαν, ἁμαρτωλούς δὲ ἀποπέμποντος εἰς κόλασιν, τίς ὑποστήσεται τὴν φοβερὰν ἐκείνην ἀπόφασιν; Ἀλλὰ μόνε φιλάνθρωπε Σωτήρ, ὁ Βασιλεὺς τῶν αἰώνων, πρὶν τὸ τέλος φθάσῃ, διὰ τῆς μετανοίας ἐπιστρέψας ἐλέησόν με.
Δοξαστικόν Αποστίχων του Εσπερινού
Δόξα… Ἦχος πλ. δ’
Οἴμοι μέλαινα ψυχή! ἕως πότε τῶν κακῶν οὐκ ἐκκόπτεις; ἕως πότε τῇ ῥαθυμίᾳ κατάκεισαι; τί οὐκ ἐνθυμῇ τὴν φοβεραν ὥραν τοῦ θανάτου; τί οὐ τρέμεις ὅλη τὸ φρικτόν Βῆμα τοῦ Σωτῆρος; ἆρα τί ἀπολογήσῃ, ἢ τί ἀποκριθήσῃ; τὰ ἔργα σου παρίστανται πρὸς ἔλεγχόν σου, αἱ πράξεις σου ἐλέγχουσι κατηγοροῦσαι. Λοιπὸν ὧ ψυχή, ὁ χρόνος ἐφέστηκε· δράμε, πρόφθασον, πίστει βόησον. Ἥμαρτον Κύριε, ἥμαρτόν σοι, ἀλλ’ οἶδα φιλάνθρωπε τὸ εὔσπλαγχνόν σου, ὁ ποιμὴν ὁ καλός, μὴ χωρίσῃς με, τῆς ἐκ δεξιῶν σου παραστάσεως, διὰ τὸ μέγα σου ἔλεος.
Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου.
Κοντάκιον. Ἦχος α´. Αὐτόμελον.
Ὅταν ἔλθῃς ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμωσι τὰ σύμπαντα· ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ, καὶ βίβλοι ἀνοίγωνται, καὶ τὰ κρυπτὰ δημοσιεύωνται· τότε ῥῦσαί με, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.
Ὁ Οἶκος.
Τὸ φοβερόν σου κριτήριον ἐνθυμούμενος, ὑπεράγαθε Κύριε, καὶ τὴν ἡμέραν τῆς κρίσεως, φρίττω καὶ πτοοῦμαι ὑπὸ τῆς συνειδήσεως τῆς ἐμῆς ἐλεγχόμενος, ὅταν μέλλῃς καθέζεσθαι ἐπὶ τοῦ θρόνου σου, καὶ ποιεῖν τὴν ἐξέτασιν· τότε ἀρνεῖσθαι τὰς ἁμαρτίας οὐδεὶς ἐξισχύσει, ἀληθείας ἐλεγχούσης, καὶ δειλίας κατεχούσης· μέγα μὲν ἠχήσει τότε, πῦρ τὸ τῆς γεέννης· ἁμαρτωλοὶ δὲ βρύξουσι. Διό με ἐλέησον πρὸ τέλους, καὶ φεῖσαί μου, Κριτὰ δικαιότατε.
Ἐξαποστειλάρια τοῦ Τριῳδίου.
Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὴν φοβερὰν τῆς κρίσεως, καὶ ἀῤῥήτου σου δόξης, ἡμέραν ἐνθυμούμενος, φρίττω Κύριε ὅλως, καὶ τρέμων φόβῳ κραυγάζω· Ἐπὶ γῆς ὅταν ἔλθῃς, κρῖναι Χριστὲ τὰ σύμπαντα, ὁ Θεὸς μετὰ δόξης, τότε οἰκτρόν, ἀπὸ πάσης ῥῦσαί με τιμωρίας, ἐκ δεξιῶν σου Δέσποτα, ἀξιώσας με στῆναι.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Ἰδοὺ ἡμέρα ἔρχεται, Κυρίου παντοκράτορος· καὶ τίς ὑποίσει τὸν φόβον, τῆς Παρουσίας ἐκείνου; ἡμέρα γὰρ θυμοῦ ἐστι, καὶ κλίβανος καιόμενος, ἐν ᾗ Κριτὴς καθέζεται, καὶ κατ᾿ ἀξίαν ἑκάστῳ, τῶν πράξεων ἀπονέμων.
Θεοτοκίον. Ὅμοιον.
Τὴν ὥραν τῆς ἐτάσεως, καὶ τῆς φρικτῆς ἐλεύσεως, τοῦ φιλανθρώπου Δεσπότου, κατανοῶν ὅλως τρέμω, καὶ σκυθρωπάζων κράζω σοι· Κριτά μου δικαιότατε, καὶ μόνε πολυέλεε, μετανοοῦντά με δέξαι, τῆς Θεοτόκου πρεσβείαις.
ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον (Ματθ. κε´ 31-46).
Εἶπεν ὁ Κύριος·
Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ·
δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με.
Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες·
κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς·
ἀμὴν λέγω ὑμῖν,
ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων·
πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.
Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες·
κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
Τότε ἀποκριθήσεται αὐτοῖς λέγων·
ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Από το «Φρέαρ» του Παντοκράτορα μπορείτε να αντλήσετε επίκαιρες του θέματος ομιλίες όπως οι παρακάτω ενδεικτικά:
†Αρχιμ. Αθανάσιος Μυτιληναίος (Ενότητα ομιλιών Κυριακές και εορτές)
Ομιλίες 3, 67 και 128
https://pantokrator.info/omilitis/%e2%80%a0archim-athanasios-mytilinaios/
Αρχιμ. Επιφάνιος Χατζηγιάγκου (Ενότητα ομιλιών Λειτουργική και Λατρευτική Ζωή)
Ομιλίες 336, 337, 338, 339, 340
https://pantokrator.info/omilitis/archim-epifanios-chatzigiagkou/
†Γέρων Γεώργιος Καψάνης Α΄ Κηρύγματα
Ομιλία 27
https://pantokrator.info/omilitis/%e2%80%a0geron-georgios-kapsanis/
†Γέρων Ιωσήφ Βατοπαιδινός
Ομιλία 32
https://pantokrator.info/omilitis/%e2%80%a0geron-iosif-vatopaidinos/
†Δημήτριος Παναγόπουλος Σειρά 1
Ομιλία 121
https://pantokrator.info/omilitis/%e2%80%a0dimitrios-panagopoulos/
Μεσογαίας Νικόλαος (Ενότητα Ομιλιών Β΄)
Ομιλία 132
https://pantokrator.info/omilitis/mesogaias-nikolaos/
† Αρχιμ. Ανανίας Κουστένης
Ομιλίες του μακαριστού Αρχιμανδρίτη Ανανία Κουστένη 435, 436
https://pantokrator.info/omilitis/%e2%80%a0-archim-ananias-koustenis/
Στέφανος Αναγνωστόπουλος
Κηρύγματα: Ομιλίες 4, 51, 71, 104,147, 206, 243, 282, 413, 454, 462
https://pantokrator.info/omilitis/stefanos-anagnostopoulos/
«…ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με…»