Τῇ ἁγίᾳ καὶ Μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων,
παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν·
τὸν ἱερὸν Νιπτῆρα,
τὸν Μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ᾿ ἡμᾶς φρικτῶν Μυστηρίων),
τὴν ὑπερφυᾶ Προσευχήν, καὶ
τὴν Προδοσίαν αὐτήν.
Στίχοι.
Εἰς τὸν Ἱερὸν Νιπτῆρα.
Νίπτει μαθητῶν ἑσπέρας Θεὸς πόδας,
Οὗ ποῦς πατῶν ἦν εἰς Ἐδὲμ δείλης πάλαι.
Εἰς τὸν Μυστικὸν Δεῖπνον.
Διπλοῦς ὁ Δεῖπνος· Πάσχα γὰρ νόμου φέρει,
Καὶ Πάσχα καινόν, Αἷμα, Σῶμα Δεσπότου.
Εἰς τὴν ὑπερφυᾶ Προσευχήν.
Προσεύχῃ· καὶ φόβητρα, θρόμβοι αἱμάτων,
Χριστέ, προσώπου· παραιτούμενος δῆθεν
Θάνατον, ἐχθρὸν ἐν τούτοις φενακίζων.
Εἰς τὴν Προδοσίαν.
Τί δεῖ μαχαιρῶν; τί ξύλων, λαοπλάνοι,
Πρὸς τὸν θανεῖν πρόθυμον εἰς κόσμου λύτρον;
Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
Καὶ νῦν. Κοσμᾶ μοναχοῦ. Ἦχος πλ. α´.
Μυσταγωγῶν σου Κύριε, τοὺς μαθητὰς ἐδίδασκες λέγων· Ὦ φίλοι ὁρᾶτε, μηδεὶς ὑμᾶς χωρίσει μου φόβος· εἰ γὰρ πάσχω, ἀλλ᾿ ὑπὲρ τοῦ κόσμου· μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί· οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου, λύτρον ὑπὲρ τοῦ κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μου ἐστέ, ἐμὲ μιμεῖσθε· ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος· ὁ δεσπότης, ὡς ὁ διάκονος· μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε· ἐγὼ γάρ εἰμι, τῆς ζωῆς ἡ ἄμπελος.
Ἀκολουθία Ὄρθρου Μεγάλης Πέμπτῃς (Τελεῖται συνήθως τῇ Μεγάλη Τετάρτη ἑσπέρας)
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!