ΚΥΡΙΑΚΗ ΑΝΤΙΠΑΣΧΑ – ΚΥΡΙΑΚΗ του ΘΩΜΑ

27 ΑΠΡΙΛΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ ΑΝΤΙΠΑΣΧΑ   (Β´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ, ΤΟΥ ΘΩΜΑ)  Ἑ­ω­θι­νὸν α´
«Τὰ ἐγ­καί­νι­α τῆς (καθ᾿ ἑ­βδο­μά­δα ἀ­να­κυ­κλου­μέ­νης) ἑ­ορ­τῆς τῆς τοῦ Χρι­στοῦ Ἀ­να­στά­σε­ως,
καὶ ἡ τοῦ ἁ­γί­ου Ἀ­πο­στό­λου Θω­μᾶ ψη­λά­φη­σις καὶ σω­τή­ρι­ος ὁ­μο­λο­γί­α».
Μνήμη  τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, συγγενοῦς τοῦ Κυρίου.

 

 

Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (κ´ 19-31).

Οὔ­σης ὀ­ψί­ας τῇ ἡ­μέ­ρᾳ ἐ­κεί­νῃ τῇ μι­ᾷ σαβ­βά­των, καὶ τῶν θυ­ρῶν κε­κλει­σμέ­νων ὅ­που ἦ­σαν οἱ μα­θη­ταὶ συ­νηγ­μέ­νοι δι­ὰ τὸν φό­βον τῶν Ἰ­ου­δαί­ων, ἦλ­θεν ὁ Ἰ­η­σοῦς καὶ ἔ­στη εἰς τὸ μέ­σον, καὶ λέ­γει αὐ­τοῖς· Εἰ­ρή­νη ὑ­μῖν.
Καὶ τοῦ­το εἰ­πὼν ἔ­δει­ξεν αὐ­τοῖς τὰς χεῖ­ρας καὶ τὴν πλευ­ρὰν αὐ­τοῦ. ἐ­χά­ρη­σαν οὖν οἱ μα­θη­ταὶ ἰ­δόν­τες τὸν Κύ­ρι­ον.
Εἶ­πεν οὖν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς πά­λιν· Εἰ­ρή­νη ὑ­μῖν.
Κα­θὼς ἀ­πέ­σταλ­κέ με ὁ πα­τήρ, κἀ­γὼ πέμ­πω ὑ­μᾶς. Καὶ τοῦ­το εἰ­πὼν ἐ­νε­φύ­ση­σε καὶ λέ­γει αὐ­τοῖς·
Λά­βε­τε Πνεῦ­μα ἅ­γι­ον· ἄν τι­νων ἀ­φῆ­τε τὰς ἁ­μαρ­τί­ας, ἀ­φί­εν­ται αὐ­τοῖς, ἄν τι­νων κρα­τῆ­τε, κε­κρά­την­ται.

Θω­μᾶς δὲ εἷς ἐκ τῶν δώ­δε­κα ὁ λε­γό­με­νος Δί­δυ­μος, οὐκ ἦν μετ᾿ αὐ­τῶν ὅ­τε ἦλ­θεν ὁ Ἰ­η­σοῦς.
Ἔ­λε­γον οὖν αὐ­τῷ οἱ ἄλ­λοι μα­θη­ταί· Ἑ­ω­ρά­κα­μεν τὸν Κύ­ρι­ον.
Ὁ δὲ εἶ­πεν αὐ­τοῖς· Ἐ­ὰν μὴ ἴ­δω ἐν ταῖς χερ­σὶν αὐ­τοῦ τὸν τύ­πον τῶν ἥ­λων, καὶ βά­λω τὸν δά­κτυ­λόν μου εἰς τὸν τύ­πον τῶν ἥ­λων, καὶ βά­λω τὴν χεῖ­ρά μου εἰς τὴν πλευ­ρὰν αὐ­τοῦ, οὐ μὴ πι­στεύ­σω.
Καὶ μεθ᾿ ἡ­μέ­ρας ὀ­κτὼ πά­λιν ἦ­σαν ἔ­σω οἱ μα­θη­ταὶ αὐ­τοῦ καὶ Θω­μᾶς μετ᾿ αὐ­τῶν.
Ἔρ­χε­ται ὁ Ἰ­η­σοῦς τῶν θυ­ρῶν κε­κλει­σμέ­νων, καὶ ἔ­στη εἰς τὸ μέ­σον καὶ εἶ­πεν· Εἰ­ρή­νη ὑ­μῖν.
Εἶ­τα λέ­γει τῷ Θω­μᾷ·
Φέ­ρε τὸν δά­κτυ­λόν σου ὧ­δε καὶ ἴ­δε τὰς χεῖ­ράς μου, καὶ φέ­ρε τὴν χεῖ­ρά σου καὶ βά­λε εἰς τὴν πλευ­ράν μου, καὶ μὴ γί­νου ἄ­πι­στος, ἀλ­λὰ πι­στός.
Καὶ ἀ­πε­κρί­θη Θω­μᾶς καὶ εἶ­πεν αὐ­τῷ·
Ὁ Κύ­ρι­ός μου καὶ ὁ Θε­ός μου.
Λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Ὅ­τι ἑ­ώ­ρα­κάς με, πε­πί­στευ­κας· μα­κά­ρι­οι οἱ μὴ ἰ­δόν­τες καὶ πι­στεύ­σαν­τες.
Πολ­λὰ μὲν οὖν καὶ ἄλ­λα ση­μεῖ­α ἐ­ποί­η­σεν ὁ Ἰ­η­σοῦς ἐ­νώ­πι­ον τῶν μα­θη­τῶν αὐ­τοῦ, ἃ οὐκ ἔ­στι γε­γραμ­μέ­να ἐν τῷ βι­βλί­ῳ τού­τῳ·
ταῦ­τα δὲ γέ­γρα­πται ἵ­να πι­στεύ­ση­τε ὅ­τι Ἰ­η­σοῦς ἐ­στιν ὁ Χρι­στὸς ὁ υἱ­ὸς τοῦ Θε­οῦ, καὶ ἵ­να πι­στεύ­ον­τες ζω­ὴν ἔ­χη­τε ἐν τῷ ὀνόματι αὐτοῦ.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

samareitidos
Περισσότερα
moni-stomiou
Περισσότερα