Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ ἀπὸ τοῦ Πάσχα, τοῦ Παραλύτου μνείαν ποιούμεθα, καί, ὡς εἰκός, τὸ τοιοῦτον ἑορτάζομεν θαῦμα.
Στίχ. Τὸ ῥῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ.
Οὕτως ἴαμα τοῦτο ῥῆμα καὶ μόνον.
ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ἰωάννην (ε´ 1-15).
Τῷ καιρῷ ἐκείνῳ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει· ἦν δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον. Ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Ἠρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. Ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
Δόξα. Ἦχος πλ. α´. (Δοξαστικό του Εσπερινοῦ)
Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ·
ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων·
Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει.
Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν·
Θέλεις ὑγιὴς γενέσθαι;
ὁ ἀσθενῶν ἀπεκρίνατο·
Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.
Ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην.
Ἀλλ᾿ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν·
Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασιν.
Δόξα. Ἦχος πλ. δ´. (Δοξαστικό των Αίνων της Κυριακής)
Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ᾿ ὁ σὸς λόγος ἀνεκαίνισε· καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος· ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη· καὶ τὸ δυσβάστακτον βάρος ἀπέῤῥιψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι.
Από το «Φρέαρ» του Παντοκράτορα μπορείτε να αντλήσετε
επίκαιρες του θέματος ομιλίες όπως οι παρακάτω ενδεικτικά:
Αρχιμ. Επιφάνιος Χατζηγιάγκου (Ενότητα ομιλιών Λειτουργική και Λατρευτική Ζωή)
Ομιλίες 263 (2015), 264 (2016) και 265 (2014)
https://pantokrator.info/archim-epifanios-chatzigiagkou/
†Αρχιμ. Αθανάσιος Μυτιληναίος (Ενότητα ομιλιών Κυριακές και εορτές)
Ομιλίες 13 (2000), 76 (2001) και 138 (2002)
https://pantokrator.info/archim-athanasios-mytilinaios/
†Δημήτριος Παναγόπουλος
Ομιλία 9
https://pantokrator.info/dimitrios-panagopoulos/
Λεμεσού Αθανάσιος (9η Σειρά)
Ομιλίες 101 (2007) 104 (2007) 172 (2010)
https://pantokrator.info/lemesou-athanasios/
Αρχιμ. Βαρνάβας Γιάγκου (Ενότητα ομιλιών 2004-2010)
Ομιλία 124 (2004)
https://pantokrator.info/p-varnavas-giagkou/
π. Στέφανος Αναγνωστόπουλος (Ενότητα ομιλιών Κηρύγματα)
Ομιλία 17 (1986), 457 και 470
https://pantokrator.info/p-stefanos-anagnostopoulos/
Μεσογαίας Νικόλαος
Ομιλία 154
https://pantokrator.info/mesogaias-nikolaos/
π. Θεόδωρος Ζήσης
Ομιλία 33
https://pantokrator.info/p-theodoros-zisis/
† Π. Ανανίας Κουστένης
Ομιλία 45
https://pantokrator.info/p-ananias-koustenis/
Πειραιώς Σεραφείμ
Ομιλία 11
https://pantokrator.info/peiraios-serafeim/
«…ἄνθρωπον οὐκ ἔχω …»
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!