ΚΥΡΙΑΚΗ Ζ´ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ 
Τῶν ἁ­γί­ων 318 πα­τέ­ρων τῆς Α´ Οἰ­κου­με­νι­κῆς συ­νό­δου (325 μ.Χ.)

01 ΙΟΥΝΟΥ 2025 † ΚΥΡΙΑΚΗ Ζ´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ    Ἦ­χος πλ. β´. Ἑ­ω­θι­νὸν ι´

«Τῶν ἁ­γί­ων 318 πα­τέ­ρων τῆς Α´ Οἰ­κου­με­νι­κῆς συ­νό­δου (325 μ.Χ.)».
Ἰ­ου­στί­νου φι­λο­σό­φου καὶ μάρ­τυ­ρος (†166). Πύρ­ρου ἐ­πι­σκό­που.

 

Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (ιζ´ 1-13).

Τῷ και­ρῷ ἐ­κεί­νῳ ἐ­πά­ρας ὁ Ἰ­η­σοῦς τοὺς ὀ­φθαλ­μοὺς αὐ­τοῦ εἰς τὸν οὐ­ρα­νόν, εἶ­πε·
Πά­τερ, ἐ­λή­λυ­θεν ἡ ὥ­ρα· δό­ξα­σόν σου τὸν υἱ­όν, ἵ­να καὶ ὁ υἱ­ός σου δο­ξά­σῃ σε, κα­θὼς ἔ­δω­κας αὐ­τῷ ἐ­ξου­σί­αν πά­σης σαρ­κός,
ἵ­να πᾶν ὃ δέ­δω­κας αὐ­τῷ δώ­σῃ αὐ­τοῖς ζω­ὴν αἰ­ώ­νι­ον.
Αὕ­τη δέ ἐ­στιν ἡ αἰ­ώ­νι­ος ζω­ή, ἵ­να γι­νώ­σκω­σί σε τὸν μό­νον ἀ­λη­θι­νὸν Θε­ὸν καὶ ὃν ἀ­πέ­στει­λας Ἰ­η­σοῦν Χρι­στόν.
Ἐ­γώ σε ἐ­δό­ξα­σα ἐ­πὶ τῆς γῆς, τὸ ἔρ­γον ἐ­τε­λεί­ω­σα ὃ δέ­δω­κάς μοι ἵ­να ποι­ή­σω· καὶ νῦν δό­ξα­σόν με σύ, πά­τερ,
πα­ρὰ σε­αυ­τῷ τῇ δό­ξῃ ᾗ εἶ­χον πρὸ τοῦ τὸν κό­σμον εἶ­ναι πα­ρὰ σοί.
Ἐ­φα­νέ­ρω­σά σου τὸ ὄ­νο­μα τοῖς ἀν­θρώ­ποις οὓς δέ­δω­κάς μοι ἐκ τοῦ κό­σμου· σοὶ ἦ­σαν καὶ ἐ­μοὶ αὐ­τοὺς δέ­δω­κας,
καὶ τὸν λό­γον σου τε­τη­ρή­κα­σι.
Νῦν ἔ­γνω­καν ὅ­τι πάν­τα ὅ­σα δέ­δω­κάς μοι πα­ρὰ σοῦ εἰ­σιν· ὅ­τι τὰ ῥή­μα­τα ἃ ἔ­δω­κάς μοι δέ­δω­κα αὐ­τοῖς,
καὶ αὐ­τοὶ ἔ­λα­βον καὶ ἔ­γνω­σαν ἀ­λη­θῶς ὅ­τι πα­ρὰ σοῦ ἐ­ξῆλ­θον, καὶ ἐ­πί­στευ­σαν ὅ­τι σύ με ἀ­πέ­στει­λας.
Ἐ­γὼ πε­ρὶ αὐ­τῶν ἐ­ρω­τῶ· οὐ πε­ρὶ τοῦ κό­σμου ἐ­ρω­τῶ ἀλ­λὰ πε­ρὶ ὧν δέ­δω­κάς μοι,
ὅ­τι σοί εἰ­σι, καὶ τὰ ἐ­μὰ πάν­τα σά ἐ­στιν καὶ τὰ σὰ ἐ­μά, καὶ δε­δό­ξα­σμαι ἐν αὐ­τοῖς.
Καὶ οὐ­κέ­τι εἰ­μὶ ἐν τῷ κό­σμῳ, καὶ αὐ­τοὶ ἐν τῷ κό­σμῳ εἰ­σί, καὶ ἐ­γὼ πρὸς σὲ ἔρ­χο­μαι.
Πά­τερ ἅ­γι­ε, τή­ρη­σον αὐ­τοὺς ἐν τῷ ὀ­νό­μα­τί σου οὓς δέ­δω­κάς μοι, ἵ­να ὦ­σιν ἓν κα­θὼς ἡ­μεῖς.
Ὅ­τε ἤ­μην μετ᾿ αὐ­τῶν ἐν τῷ κό­σμῳ, ἐ­γὼ ἐ­τή­ρουν αὐ­τοὺς ἐν τῷ ὀ­νό­μα­τί σου οὓς δέ­δω­κάς μοι ἐ­φύ­λα­ξα,
καὶ οὐ­δεὶς ἐξ αὐ­τῶν ἀ­πώ­λε­το εἰ μὴ ὁ υἱ­ὸς τῆς ἀ­πω­λεί­ας, ἵ­να ἡ γρα­φὴ πλη­ρω­θῇ.
Νῦν δὲ πρὸς σὲ ἔρ­χο­μαι, καὶ ταῦ­τα λα­λῶ ἐν τῷ κό­σμῳ ἵ­να ἔ­χω­σι τὴν χα­ρὰν τὴν ἐ­μὴν πε­πλη­ρω­με­νην ἐν αὐτοῖς.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

26_ΤΥΦΛΟΥ_ΚΥΡΙΑΚΗ_ΣΤ
Περισσότερα
Κατερίνα Θεοχάρη
Περισσότερα