Τῌ ΚΔ´ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Εὐτυχοῦς ἱερομάρτυρος (β΄ αἰ.). Κοσμᾶ τοῦ νέου ἱερομάρτυρος τοῦ Αἰτωλοῦ (†1779)· μετάθεσις τοῦ λειψάνου τοῦ ἁγ. Διονυσίου Αἰγίνης (1717).
Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κοσμᾶ τοῦ Ἰσαποστόλου, ἀθλήσαντος δι᾿ ἀγχόνης κατὰ τὸ ἔτος 1779.
Στίχ.Κόσμος τῶν πιστῶν Κοσμᾶς ὁ θεῖος ὤφθη,
Ἀποστόλων ἴχνεσι στεῤῥῶς βαδίσας.
Εἰκάδι τετάρτῃ Κοσμᾶν θεήπνουν δυσσεβεῖς ἀπῆγξαν.
Οὗτος ὁ μακάριος ἦν κατὰ τὸν δέκατον καὶ ὄγδοον αἰῶνα. Πατρίδα ἔσχε τὸ ἐν Αἰτωλίᾳ χωρίον, οὗ ἡ κλῆσις Μέγα Δένδρον, ἐκ γονέων εὐσεβῶν βλαστήσας. Τὸν μονήρη ποθήσας βίον, καὶ ἐν τῇ κατὰ τὸ Ἁγιώνυμον Ὄρος τοῦ Ἄθω ἱερᾷ Μονῇ τοῦ Φιλοθέου ἀσκητικῶς ἀγωνισάμενος καὶ θείαν ἔλλαμψιν λαβὼν καὶ θεόθεν χρηματισθείς, ἀπεστάλη κηρύξαι τὸν λόγον τῆς σωτηρίας, ὡς ἄλλος Ἀπόστολος, ἐν τοῖς ζοφεροῖς τῆς δουλείας χρόνοις, ἣν οἱ τῆς Ἄγαρ ἀπόγονοι τοῖς ὁμοφύλοις καὶ ὁμοπίστοις αὐτοῦ ἐπήνεγκαν, ἀῤῥήτοις τοῦ Θεοῦ κρίμασι. Καὶ πλείστας πόλεις καὶ χωρία καὶ νήσους περιελθών, καὶ πᾶσαν τὴν Ἑλλάδα, συνελόντι φάναι, τῷ φθόγγῳ περιλαβών, ἐν Ἠπείρῳ μαρτυρικῷ τέλει τὸν βίον ἐσφράγισεν, ἀγχόνῃ θανατωθεὶς παρὰ τῶν δυσσεβῶν. Τὸ δὲ τίμιον αὐτοῦ σκῆνος, χαριτωθὲν θείῳ Πνεύματι, πλείστας ἰάσεις καὶ θαύματα παρέχει τοῖς πίστει προσερχομένοις τῇ τούτου χάριτι καὶ πρεσβείᾳ.
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!
ΑΚΟΛΟΥΘΙΑ_ΑΓΙΟΥ_ΚΟΣΜΑ_ΑΙΤΩΛΟΥ__24_ΑΥΓΟΥΣΤΟΥ