Τῇ ΚϚ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τῆς ἁ­γί­ας ὁ­σι­ο­μάρ­τυ­ρος τοῦ Χρι­στοῦ Πα­ρα­σκευ­ῆς. (†138-161)

Τῇ ΚϚ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τῆς ἁ­γί­ας ὁ­σι­ο­μάρ­τυ­ρος τοῦ Χρι­στοῦ Πα­ρα­σκευ­ῆς. (†138-161)

Στίχ. Θε­ῷ πα­ρε­σκεύ­α­σας ἁ­γνὸν ὡς δό­μον,
Σαυ­τὴν ἀ­γῶ­σι, σε­μνή, εἰς κα­τοι­κί­αν.

Αὕ­τη ἦν ἐ­πὶ τῆς βα­σι­λεί­ας Ἀν­τω­νί­νου, ἐκ κώ­μης τι­νὸς τῆς πρε­σβυ­τέ­ρας Ῥώ­μης, γέν­νη­μα χρι­στι­α­νῶν γο­νέ­ων, Ἀ­γά­θω­νος καὶ Πο­λι­τεί­ας προ­σα­γο­ρευ­ο­μέ­νων· οἵ­τι­νες, τὰς ἐν­το­λὰς τοῦ Κυ­ρί­ου ἀ­ό­κνως δι­α­τη­ροῦν­τες, ἐ­τύγ­χα­νον ἄ­τε­κνοι· ἐφ᾿ ᾧ καὶ προ­σηύ­χον­το τῷ Θε­ῷ ἀ­δι­α­λεί­πτως δοῦ­ναι αὐ­τοῖς τέ­κνον. Ὁ δὲ Δη­μι­ουρ­γὸς Θε­ός, ὁ καὶ τὸ θέ­λη­μα τῶν φο­βου­μέ­νων αὐ­τὸν ποι­ῶν, ἐ­δω­ρή­σα­το αὐ­τοῖς τέ­κνον θῆ­λυ, τὴν πα­ροῦ­σαν ἁ­γί­αν· ἣν καὶ τε­κόν­τες ἐν ἡ­μέ­ρᾳ τῆς ἑ­βδο­μά­δος ἕ­κτῃ, ὠ­νό­μα­σαν αὐ­τὴν δι­ὰ τοῦ­το, ἐν τῷ ἁ­γί­ῳ Βα­πτί­σμα­τι, Πα­ρα­σκευ­ήν. Αὕ­τη δέ, ἐκ σπαρ­γά­νων μη­τρι­κῶν, τῷ Θε­ῷ ἑ­αυ­τὴν ἀ­να­θεῖ­σα, ἦν παι­δευ­ο­μέ­νη καὶ νου­θε­του­μέ­νη πα­ρὰ τῆς μη­τρὸς αὐ­τῆς. Ἐ­κμα­θοῦ­σα δὲ καὶ τὰ ἱ­ε­ρὰ γράμ­μα­τα, ἀ­νε­γί­νω­σκε δι­η­νε­κῶς τὰς θεί­ας Γρα­φάς, καὶ οὐ δι­έ­λει­πε σχο­λά­ζου­σα ἐν τῇ τοῦ Θε­οῦ Ἐκ­κλη­σί­ᾳ καὶ τῇ προ­σευ­χῇ.

Τε­λευ­τη­σάν­των δὲ αὐ­τῆς τῶν γο­νέ­ων, πάν­τα τὰ ὑ­πάρ­χον­τα αὑ­τῆς δι­α­νεί­μα­σα τοῖς πτω­χοῖς, αὐ­τὴ δὲ ἀ­πο­κα­ρεῖ­σα καὶ τὸ μο­να­δι­κὸν σχῆ­μα πε­ρι­βαλ­λο­μέ­νη, ἐ­ξῆλ­θε κη­ρύτ­του­σα τὸ ὄ­νο­μα τοῦ ἀ­λη­θι­νοῦ Θε­οῦ καὶ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ, καὶ πολ­λοὺς τῶν Ἑλ­λή­νων εἵλ­κυ­σε πρὸς θε­ο­γνω­σί­αν· δι­ὸ τι­νὲς Ἰ­ου­δαῖ­οι δι­έ­βα­λον αὐ­τὴν πρὸς τὸν βα­σι­λέ­α Ἀν­τω­νῖ­νον, λέ­γον­τες· Ὅ­τι γυ­νή τις, ὀ­νό­μα­τι Πα­ρα­σκευ­ή, κη­ρύσ­σει Ἰ­η­σοῦν τὸν Υἱ­ὸν τῆς Μα­ρί­ας, ὃν οἱ πα­τέ­ρες ἡ­μῶν τῷ σταυ­ρῷ προ­σή­λω­σαν.

Ἀ­κού­σας δὲ ταῦ­τα ὁ βα­σι­λεύς, ἐ­κέ­λευ­σεν ἀ­χθῆ­ναι αὐ­τὴν ἔμ­προ­σθεν αὐ­τοῦ· καὶ ἰ­δὼν αὐ­τήν, ἔκ­θαμ­βος ἐ­γέ­νε­το ἐ­πὶ τῇ συ­νέ­σει καὶ τῇ ὡ­ραι­ό­τη­τι αὐ­τῆς. Λέ­γει οὖν αὐ­τῇ· Ἐ­ὰν πει­σθῇς μοι καὶ θύ­σῃς τοῖς θε­οῖς, πολ­λῶν δω­ρε­ῶν ἔ­σῃ κλη­ρο­νό­μος· εἰ δὲ μή, εἰς πολ­λὰς βα­σά­νους σε πα­ρα­δώ­σω. Ἡ δὲ Ἁ­γί­α στεῤ­ῥο­τά­τῳ λο­γι­σμῷ πρὸς αὐ­τὸν ἀ­πε­κρί­να­το· Μή μοι γέ­νοι­το ἀρ­νή­σα­σθαι τὸ ὄ­νο­μα τοῦ Χρι­στοῦ καὶ Θε­οῦ μου· θε­οὶ γὰρ οἱ τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν μὴ ποι­ή­σαν­τες ἀ­πο­λέ­σθω­σαν. Ὁ δὲ βα­σι­λεύς, τῷ θυ­μῷ ὑ­περ­ζέ­σας, κε­λεύ­ει κα­σί­δαν (πε­ρι­κε­φα­λαί­αν) σι­δη­ρᾶν πε­πυ­ρα­κτω­μέ­νην ἐ­πι­τε­θῆ­ναι τῇ κε­φα­λῇ τῆς Μάρ­τυ­ρος· οὗ γε­νο­μέ­νου, θεί­ᾳ δρό­σῳ ἀ­βλα­βὴς δι­ε­φυ­λά­χθη. Ἐ­πὶ δὲ τῷ τοι­ού­τῳ θαύ­μα­τι, αὐ­τῇ τῇ ὥ­ρᾳ, πολ­λοὶ ἐ­πί­στευ­σαν ἐ­πὶ τὸν Κύ­ρι­ον.

Εἶ­τα κε­λεύ­ει λέ­βη­τα χαλ­κοῦν, ἐ­λαί­ου με­στὸν καὶ πίσ­σης, ἐκ­καυ­θῆ­ναι σφο­δρῶς, καὶ ἐν τού­τῳ βλη­θῆ­ναι αὐ­τήν· οὗ γε­νο­μέ­νου, ἡ Ἁ­γί­α ἑ­στῶ­σα ἐν μέ­σῳ ὡ­ρᾶ­το τοῦ λέ­βη­τος δρο­σι­ζο­μέ­νη. Ἰ­δὼν δὲ αὐ­τὴν ὁ βα­σι­λεύς, ἔ­φη· Ῥάν­τι­σόν με ἀ­πὸ τοῦ λέ­βη­τος, ὦ Πα­ρα­σκευ­ή, ὅ­πως γνῶ, εἰ ἄ­ρα ἡ πίσ­σα καὶ τὸ ἔ­λαι­ον ὑ­πο­καῖ­όν ἐ­στιν. Ἡ δὲ Ἁ­γί­α, πλή­σα­σα τὰς χεῖ­ρας αὑ­τῆς ἐκ τοῦ λέ­βη­τος, κα­τὰ τῆς ὄ­ψε­ως τοῦ βα­σι­λέ­ως ἔῤ­ῥι­ψε. Καὶ εὐ­θέ­ως ἐ­πλη­ρώ­θη­σαν αἱ κό­ραι τῶν ὀ­φθαλ­μῶν αὐ­τοῦ, καὶ ἐ­βό­η­σε φω­νῇ με­γά­λῃ, λέ­γων· Ἐ­λέ­η­σόν με, δού­λη τοῦ ἀ­λη­θι­νοῦ Θε­οῦ, καὶ δός μοι τὸ φῶς τῶν ὀ­φθαλ­μῶν μου, καὶ πι­στεύ­ω εἰς τὸν Θε­όν, ὃν σὺ κη­ρύτ­τεις. Καὶ ἀ­να­βλέ­ψας εὐ­θύς, ἐ­πί­στευ­σεν ὅ τε βα­σι­λεὺς Ἀν­τω­νῖ­νος καὶ πάν­τες οἱ ὑπ᾿ αὐ­τόν· καὶ ἐ­βα­πτί­σθη­σαν εἰς τὸ ὄ­νο­μα τῆς Ἁ­γί­ας Τρι­ά­δος.

Ἡ δὲ Ἁ­γί­α, ἐ­κεῖ­θεν ἐ­ξελ­θοῦ­σα, ἀ­πῆλ­θεν εἰς ἑ­τέ­ρας πό­λεις καὶ κώ­μας, κη­ρύτ­του­σα τὸ ὄ­νο­μα τοῦ Κυ­ρί­ου Ἰ­η­σοῦ. Εἰ­σελ­θοῦ­σα δὲ εἴς τι­να πό­λιν, ἐν ᾗ ἐ­βα­σί­λευ­εν Ἀ­σκλη­πι­ός τις, προ­σή­χθη ἡ ἁ­γί­α ἐ­νώ­πι­ον αὐ­τοῦ· καὶ τὸ ὄ­νο­μα τοῦ Σω­τῆ­ρος Χρι­στοῦ ἐ­πι­κα­λε­σα­μέ­νη καὶ τῷ ση­μεί­ῳ τοῦ τι­μί­ου Σταυ­ροῦ ἑ­αυ­τὴν σφρα­γι­σα­μέ­νη, χρι­στι­α­νὴν ὡ­μο­λό­γη­σεν εἶ­ναι καὶ τὸν Χρι­στὸν Θε­ὸν τοῦ οὐ­ρα­νοῦ καὶ τῆς γῆς ἀ­νε­κή­ρυ­ξεν. Ἐ­πὶ τού­τῳ ὁ βα­σι­λεὺς τα­ρα­χθείς, ἔ­πεμ­ψεν αὐ­τὴν πρὸς τὸν ἔ­ξω τῆς πό­λε­ως ἐμ­φω­λεύ­ον­τα φο­βε­ρώ­τα­τον δρά­κον­τα, ᾧ ἐκ συ­νη­θεί­ας τοὺς κα­τα­δί­κους θα­νά­τῳ κα­τά­βρω­μα πα­ρεῖ­χον. Ἐ­πεὶ δὲ ἡ Ἁ­γί­α πα­ρέ­στη τῷ χώ­ρῳ, ἐν ᾧ ὁ δρά­κων κα­τῴ­κει, ἰ­δὼν αὐ­τὴν ὁ δρά­κων, μέ­γα ἐ­βρυ­χή­θη· καὶ ἀ­νοί­ξας τὸ στό­μα αὐ­τοῦ, κα­πνὸν ἐ­ξή­νεγ­κε πο­λύν. Ὡς οὖν ἡ Ἁ­γί­α πα­ρέ­στη πλη­σί­ον τοῦ θη­ρός, εἶ­πε· Θη­ρί­ον, ἔ­φθα­σεν ἐ­πὶ σὲ ὀρ­γὴ Θε­οῦ καὶ ὄ­λε­θρος. Ἐμ­φυ­σή­σα­σα δὲ εἰς αὐ­τόν, τὸ ση­μεῖ­ον τοῦ τι­μί­ου Σταυ­ροῦ ἐ­ποι­ή­σα­το κατ᾿ αὐ­τοῦ. Ὁ δέ, μέ­γα συ­ρί­ξας, δι­εῤ­ῥά­γη εἰς δύ­ο, καὶ ἄ­φαν­τος ἐ­γέ­νε­το. Ἰ­δὼν δὲ ὁ βα­σι­λεὺς καὶ οἱ σὺν αὐ­τῷ πάν­τες, ἐ­πί­στευ­σαν.

Ἡ δὲ Ἁ­γί­α, ἀ­πελ­θοῦ­σα εἰς ἑ­τέ­ραν πό­λιν, ἐν ᾗ ἐ­βα­σί­λευ­ε βα­σι­λεὺς ἕ­τε­ρος, ὀ­νό­μα­τι Τα­ρά­σι­ος, ἐ­κή­ρυτ­τε τὸ ὄ­νο­μα τοῦ Χρι­στοῦ· καὶ μα­θὼν πε­ρὶ αὐ­τῆς ὁ βα­σι­λεύς, πα­ρέ­στη­σεν αὐ­τὴν τῷ βή­μα­τι αὐ­τοῦ. Ἐ­ρω­τη­θεῖ­σα οὖν παρ᾿ αὐ­τοῦ, χρι­στι­α­νὴν ἑ­αυ­τὴν ὡ­μο­λό­γη­σε καὶ Θε­ὸν ἀ­λη­θι­νὸν τὸν Χρι­στὸν ἐ­κή­ρυ­ξε. Καὶ ἐ­πὶ τού­τῳ λέ­βη­τος χαλ­κοῦ, ἐ­λαί­ου καὶ πίσ­σης καὶ μο­λύ­βδου γέ­μον­τος, προ­τε­θέν­τος καὶ ὑ­πο­κά­τω πυ­ρὸς ἀ­να­φθέν­τος, εἰ­σῆλ­θεν ἐν αὐ­τῷ· θεί­ου δὲ Ἀγ­γέ­λου ἐ­πι­στα­σί­ᾳ, τοῦ λέ­βη­τος ψυ­χραν­θέν­τος, ἀ­βλα­βὴς ἡ Ἁ­γί­α δι­έ­μει­νε. Πολ­λὰς δὲ καὶ ἑ­τέ­ρας βα­σά­νους αὐ­τῇ προ­σα­γα­γών, τὸ στεῤ­ῥὸν αὐ­τῆς οὐκ ἐ­σά­λευ­σε. Τε­λευ­ταῖ­ον δὲ ξί­φει τὴν κε­φα­λὴν αὐ­τῆς ἀ­πέ­τε­μεν. Οὗ γε­νο­μέ­νου, τὸ πνεῦ­μα αὐ­τῆς εἰς τὰς αἰ­ω­νί­ους ἀ­πέ­πτη μο­νάς.

 

Ακολουθία Εσπερινού.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

ΕΣΠΕΡΙΝΟΣ_ΑΓΙΑΣ_ΠΑΡΑΣΚΕΥΗΣ___R

Δείτε ακόμη

4 Νοεμβρίου του 1254 μ.Χ.
Άγιος Ιωάννης ο Βατατζής ο ελεήμονας βασιλιάς
ο μαρμαρωμένος βασιλιάς

4 Νοεμβρίου  Δευτέρα. Ἰωαννικίου ὁσίου τοῦ μεγάλου (†846), Νικάν δρου καὶ Ἑρμαίου ἱερομαρτύρων. Ἰωάννου Βατάτζη τοῦ βασιλέως καὶ ἐλεήμονος. Γεωργίου ὁσίου (Καρσλίδη) τοῦ ἐν Δράμᾳ

Περισσότερα...

3 Νοεμβρίου 2024  † Κυριακή ΙΘ´ (Ε´ Λουκά)   
Ἦ­χος β´ Ἑ­ω­θι­νὸν η´

3 ΝΟΕΜΒΡΙΟΥ 2024  † ΚΥΡΙΑΚΗ ΙΘ´          (Ε´ ΛΟΥΚΑ)    Ἦ­χος β´.    Ἑ­ω­θι­νὸν η´ Ἀ­κε­ψι­μᾶ, Ἰ­ω­σήφ, Ἀ­ει­θα­λᾶ μαρ­τύ­ρων (δ´ αἰ.­)· ἀ­να­κο­μι­δὴ τῶν λει­ψά­νων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου. Γε­ωρ­γί­ου

Περισσότερα...
Skip to content