Τῇ Ϛ´ τοῦ αὐτοῦ μηνὸς ἀνάμνησις τῆς θείας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχ. Θαβὼρ ὑπὲρ πᾶν γῆς ἐδοξάσθη μέρος,
Ἰδὸν Θεοῦ λάμψασαν ἐν δόξῃ φύσιν.
Μορφὴν ἀνδρομέην κατὰ ἕκτην Χριστὸς ἀμεῖψε.
Τῇ ἕκτῃ τοῦ Αὐγούστου μηνός, τὴν ἀνάμνησιν τῆς θείας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ Ἁγία τοῦ Θεοῦ Ἐκκλησία περιχαρῶς ἑορτάζει. Ἡ δὲ ὑπόθεσις ἐστὶν αὕτη. Ἐπειδὴ πολλὰ περὶ κινδύνων ὁ Χριστὸς διελέχθη πρὸς τοὺς Μαθητὰς καὶ θανάτου καὶ τοῦ πάθους αὑτοῦ καὶ τῆς τῶν Μαθητῶν αὑτοῦ σφαγῆς· καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χερσί, τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι· βουλόμενος καὶ τὴν ὄψιν αὐτῶν πληροφορῆσαι καὶ δεῖξαι τίς ποτε ἐστὶν ἡ δόξα ἐκείνη, μεθ᾿ ἧς μέλλει παραγενέσθαι, ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· καὶ ὤφθησαν αὐτοῖς Μωυσῆς καὶ Ἠλίας συλλαλοῦντες αὐτῷ.
Παραλαμβάνει δὲ τῶν ἄλλων τοὺς τρεῖς μόνους, ὡς ὑπερέχοντας·
ὁ μὲν γὰρ Πέτρος, ἐκ τοῦ σφόδρα φιλεῖν αὐτόν·
ὁ δὲ Ἰωάννης, ἐκ τοῦ σφόδρα φιλεῖσθαι·
ὁ δὲ Ἰάκωβος, ἐκ τοῦ δύνασθαι πιεῖν τὸ ποτήριον, ὅπερ καὶ ὁ Κύριος ἔπιε.
Μωυσῆν δὲ καὶ Ἠλίαν εἰς μέσον παράγει, τὰς οὐκ ὀρθὰς ὑπονοίας τὰς εἰς αὐτὸν παρὰ τοῖς πολλοῖς γινομένας διορθούμενος. Ἐπειδὴ γάρ τινες μὲν αὐτὸν Ἠλίαν ἔλεγον, ἄλλοι δὲ Ἱερεμίαν, διὰ τοῦτο τοὺς Κορυφαίους ἄγει, ἵνα τὸ μέσον ἐντεῦθεν ἴδωσι τοῦ δούλου καὶ τοῦ Δεσπότου· καὶ ἵνα μάθωσιν, ὅτι καὶ θανάτου καὶ ζωῆς αὐτός ἐστιν ὁ ἔχων πᾶσαν τὴν ἐξουσίαν.
Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον (ιζ´ 1-9).
Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. Ἀνατολίου. (Δοξαστικό του Εσπερινού)
Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου Μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτὴρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν τὴν ἀθέατον μορφήν. Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς τῆς δόξης τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´. Βύζαντος. (Δοξαστικό των Αίνων)
Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωυσῆς καὶ Ἠλίας, μετ᾿ αὐτοῦ συλλαλοῦντες· καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε.
Από το «Φρέαρ» του Παντοκράτορα μπορείτε να αντλήσετε επίκαιρες του θέματος ομιλίες όπως οι παρακάτω ενδεικτικά:
†Αρχιμ. Αθανάσιος Μυτιληναίος (Ενότητα ομιλιών Κυριακές και εορτές)
Ομιλίες 13 (2000), 76 (2001) και 138 (2002)
https://pantokrator.info/archim-athanasios-mytilinaios/
Αρχιμ. Επιφάνιος Χατζηγιάγκου
(Ενότητα ομιλιών Βασικά Θέματα Πίστης)
Ομιλίες 169 και 170
(Ενότητα ομιλιών Λειτουργική και Λατρευτική Ζωή)
Ομιλίες 16 (20016), 17 (2017) και 18 (2019)
https://pantokrator.info/archim-epifanios-chatzigiagkou/
†Αρχιμ. Σάββας Αχιλλέως
Ομιλίες 312, 371
https://pantokrator.info/archim-savvas-achilleos/
†Αρχιμ. Σεραφείμ Ζαφείρης
Ομιλίες 11, 116
https://pantokrator.info/serafeim-zafeiris/
†Γέρων Γεώργιος Καψάνης Ενότητα ομιλιών Α. Κηρύγματα
Ομιλία 9
https://pantokrator.info/archim-georgios-kapsanis/
†Γέρων Εφραίμ (Ι.Σκήτη Αγίου Ανδρέα)
Ομιλίες 81, 162, 163, 293, 332, 333, 334
https://pantokrator.info/archimandritis-efraim-dikaiou/
Μόρφου Νεόφυτος
https://pantokrator.info/morfou-neofytos/
Ομιλία 71
«…καὶ ἵνα μάθωσιν, ὅτι καὶ θανάτου καὶ ζωῆς αὐτός ἐστιν ὁ ἔχων πᾶσαν τὴν ἐξουσίαν …»