Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ

Τῇ ἁ­γί­ᾳ καὶ Με­γά­λῃ Τε­τάρ­τῃ, τῆς ἀ­λει­ψά­σης τὸν Κύ­ρι­ον μύ­ρῳ πόρ­νης γυ­ναι­κός, μνεί­αν ποι­εῖ­σθαι οἱ θει­ό­τα­τοι Πα­τέ­ρες ἐ­θέ­σπι­σαν, ὅ­τι πρὸ τοῦ σω­τη­ρί­ου Πά­θους μι­κρὸν τοῦ­το γέ­γο­νε.

Στίχ. Γυ­νὴ βα­λοῦ­σα σώ­μα­τι Χρι­στοῦ μύ­ρον,
Τὴν Νι­κο­δή­μου προὔ­λα­βε σμυρ­να­λό­ην.

Ἀλλ᾿ ὁ τῷ νο­η­τῷ μύ­ρῳ χρι­σθείς, Χρι­στὲ ὁ Θε­ός, τῶν ἐ­πιῤ­ῥύ­των πα­θῶν ἐ­λευ­θέ­ρω­σον καὶ ἐ­λέ­η­σον ἡ­μᾶς, ὡς μό­νος ἅ­γι­ος καὶ φι­λάν­θρω­πος. Ἀ­μήν.

 

 

ΑΙΝΟΙ      Ἦ­χος α´.

Σὲ τὸν τῆς Παρ­θέ­νου Υἱ­όν, πόρ­νη ἐ­πι­γνοῦ­σα Θε­ὸν ἔ­λε­γεν, ἐν κλαυθ­μῷ δυ­σω­ποῦ­σα, ὡς δα­κρύ­ων ἄ­ξι­α πρά­ξα­σα· Δι­ά­λυ­σον τὸ χρέ­ος, ὡς κἀ­γὼ τοὺς πλο­κά­μους· ἀ­γά­πη­σον φι­λοῦ­σαν, τὴν δι­καί­ως μι­σου­μέ­νην, καὶ πλη­σί­ον τε­λω­νῶν σε κη­ρύ­ξω, Εὐ­ερ­γέ­τα φι­λάν­θρω­πε.

Τὸ πο­λυ­τί­μη­τον μύ­ρον, ἡ πόρ­νη ἔ­μι­ξε με­τὰ δα­κρύ­ων, καὶ ἐ­ξέ­χε­εν εἰς τοὺς ἀ­χράν­τους πό­δας σου, κα­τα­φι­λοῦ­σα· ἐ­κεί­νην εὐ­θὺς ἐ­δι­καί­ω­σας, ἡ­μῖν δὲ συγ­χώ­ρη­σιν δώ­ρη­σαι, ὁ πα­θὼν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον ἡ­μᾶς.

Ὅ­τε ἡ ἁ­μαρ­τω­λός, προ­σέ­φε­ρε τὸ μύ­ρον, τό­τε ὁ μα­θη­τής, συ­νε­φώ­νει τοῖς πα­ρα­νό­μοις· ἡ μὲν ἔ­χαι­ρε, κε­νοῦ­σα τὸ πο­λύ­τι­μον, ὁ δὲ ἔ­σπευ­δε πω­λῆ­σαι τὸν ἀ­τί­μη­τον· αὕ­τη τὸν Δε­σπό­την ἐ­πε­γί­νω­σκεν, οὗ­τος τοῦ Δε­σπό­του ἐ­χω­ρί­ζε­το· αὕ­τη ἠ­λευ­θε­ροῦ­το, καὶ ὁ Ἰ­ού­δας δοῦ­λος ἐ­γε­γό­νει τοῦ ἐ­χθροῦ· δει­νὸν ἡ ῥα­θυ­μί­α! με­γά­λη ἡ με­τά­νοι­α! ἥν μοι δώ­ρη­σαι Σω­τήρ, ὁ πα­θὼν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον ἡ­μᾶς.

τῆς Ἰ­ού­δα ἀ­θλι­ό­τη­τος! ἐ­θε­ώ­ρει τὴν πόρ­νην, φι­λοῦ­σαν τὰ ἴ­χνη, καὶ ἐ­σκέ­πτε­το δό­λῳ, τῆς προ­δο­σί­ας τὸ φί­λη­μα· ἐ­κεί­νη τοὺς πλο­κά­μους δι­έ­λυ­σε, καὶ οὗ­τος τῷ θυ­μῷ ἐ­δε­σμεῖ­το, φέ­ρων ἀν­τὶ μύ­ρου, τὴν δυ­σώ­δη κα­κί­αν· φθό­νος γὰρ οὐκ οἶ­δε, προ­τι­μᾶν τὸ συμ­φέ­ρον. Ὢ τῆς Ἰ­ού­δα ἀ­θλι­ό­τη­τος! ἀφ᾿ ἧς ῥῦ­σαι ὁ Θε­ὸς τὰς ψυ­χὰς ἡ­μῶν.

Δό­ξα. Τοῦ αὐ­τοῦ. Ἦ­χος β´.

ἁ­μαρ­τω­λὸς ἔ­δρα­με πρὸς τὸ μύ­ρον, πρι­ά­σα­σθαι πο­λύ­τι­μον μύ­ρον, τοῦ μυ­ρί­σαι τὸν εὐ­ερ­γέ­την, καὶ τῷ μυ­ρε­ψῷ ἐ­βό­α· Δός μοι τὸ μύ­ρον, ἵ­να ἀ­λεί­ψω κἀ­γώ, τὸν ἐ­ξα­λεί­ψαν­τά μου πά­σας τὰς ἁ­μαρ­τί­ας.

Καὶ νῦν. Ἦ­χος πλ. β´. Ἡ ἀ­πε­γνω­σμέ­νη.

βε­βυ­θι­σμέ­νη τῇ ἁ­μαρ­τί­ᾳ, εὗ­ρέ σε λι­μέ­να τῆς σω­τη­ρί­ας, καὶ μύ­ρον σὺν δά­κρυ­σι, κε­νοῦ­σά σοι ἐ­βό­α· Ἴ­δε ὁ ἔ­χων ἐ­ξου­σί­αν, συγ­χω­ρεῖν ἁ­μαρ­τί­ας· ἴ­δε ὁ τῶν ἁ­μαρ­τα­νόν­των, τὴν με­τά­νοι­αν φέ­ρων· ἀλ­λὰ Δέ­σπο­τα, δι­ά­σω­σόν με, ἐκ τοῦ κλύ­δω­νος, τῆς ἁ­μαρ­τί­ας μου δέ­ο­μαι, δι­ὰ τὸ μέ­γα σου ἔ­λε­ος.

 

Ἀκολουθία  Ὄρθρου Μεγάλης Τε­τάρ­τῃς(Τε­λεῖ­ται συ­νή­θως τῇ Μεγάλη Τρίτη ἑ­σπέ­ρας)

 

 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

 

 

Κοινοποίηση

Δείτε ακόμη

samareitidos
Περισσότερα
moni-stomiou
Περισσότερα