Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν·
τοὺς ἐμπτυσμούς,
τὰ ῥαπίσματα,
τὰ κολαφίσματα,
τὰς ὕβρεις,
τοὺς γέλωτας,
τὴν πορφυρᾶν χλαῖναν,
τὸν κάλαμον,
τὸν σπόγγον,
τὸ ὄξος,
τοὺς ἥλους,
τὴν λόγχην,
καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον,
ἃ δι᾿ ἡμᾶς ἑκὼν κατεδέξατο·
ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.
Στίχοι
Εἰς τὴν σταύρωσιν.
Ζῶν εἶ Θεὸς σύ, καὶ νεκρωθεὶς ἐν ξύλῳ,
Ὦ νεκρὲ γυμνέ, καὶ Θεοῦ ζῶντος Λόγε.
Εἰς τὸν εὐγνώμονα λῃστήν.
Κεκλεισμένας ἤνοιξε τῆς Ἐδὲμ πύλας,
Βαλὼν ὁ Λῃστὴς κλεῖδα τό, Μνήσθητί μου.
Τῇ ὑπερφυεῖ καὶ περὶ ἡμᾶς παναπείρῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΑΙΝΟΙ Ἦχος γ´.
Δύο καὶ πονηρὰ ἐποίησεν, ὁ πρωτότοκος υἱός μου Ἰσραήλ· ἐμὲ ἐγκατέλιπε, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξεν ἑαυτῷ, φρέαρ συντετριμμένον· ἐμὲ ἐπὶ ξύλου ἐσταύρωσε, τὸν δὲ Βαραββᾶν, ᾐτήσατο καὶ ἀπέλυσεν· ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε· σὺ δὲ Ἰσραὴλ οὐκ ἐνετράπης, ἀλλὰ θανάτῳ με παρέδωκας. Ἄφες αὐτοῖς Πάτερ ἅγιε· οὐ γὰρ οἴδασι τί ἐποίησαν.
Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τὸ αὐτό. Δύο καὶ πονηρὰ ἐποίησεν…
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι᾿ ἡμᾶς ὑπέμεινε· τὰς ἀκάνθας ἡ κεφαλή· ἡ ὄψις τὰ ἐμπτύσματα· αἱ σιαγόνες τὰ ῥαπίσματα· τὸ στόμα τὴν ἐν ὄξει, κερασθεῖσαν χολὴν τῇ γεύσει· τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας· ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον· αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ· τὰ ἄρθρα τοὺς ἥλους· καὶ ἡ πλευρὰ τὴν λόγχην· ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς· ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Σταυρωθέντος σου Χριστέ, πᾶσα ἡ κτίσις βλέπουσα ἔτρεμε· τὰ θεμέλια τῆς γῆς, διεδονήθησαν φόβῳ τοῦ κράτους σου· σοῦ γὰρ ὑψωθέντος σήμερον, γένος Ἑβραίων ἀπώλετο· τοῦ Ναοῦ τὸ καταπέτασμα, διεῤῥάγη διχῶς· τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ νεκροὶ ἐκ τῶν τάφων ἐξανέστησαν· Ἑκατόνταρχος ἰδὼν τὸ θαῦμα ἔφριξε· παρεστῶσα δὲ ἡ Μήτηρ σου, ἐβόα θρηνῳδοῦσα μητρικῶς· Πῶς μὴ θρηνήσω, καὶ τὰ σπλάγχνα μου τύψω, ὁρῶσά σε γυμνὸν ὡς κατάκριτον, ἐν ξύλῳ κρεμάμενον; ὁ σταυρωθεὶς καὶ ταφείς, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Δόξα. Ἦχος πλ. β´.
Ἐξέδυσάν με τὰ ἱμάτιά μου, καὶ ἐνέδυσάν με χλαμύδα κοκκίνην· ἔθηκαν ἐπὶ τὴν κεφαλήν μου, στέφανον ἐξ ἀκανθῶν, καὶ ἐπὶ τὴν δεξιάν μου χεῖρα, ἔδωκαν κάλαμον, ἵνα συντρίψω αὐτούς, ὡς σκεύη κεραμέως.
Καὶ νῦν. Ἀνδρέου Κρήτης. Ἦχος ὁ αὐτός.
Τὸν νῶτόν μου ἔδωκα εἰς μαστίγωσιν, τὸ δὲ πρόσωπόν μου, οὐκ ἀπεστράφη ἀπὸ ἐμπτυσμάτων· βήματι Πιλάτου παρέστην, καὶ σταυρὸν ὑπέμεινα, διὰ τὴν τοῦ κόσμου σωτηρίαν.
ΤΑ ΑΠΟΣΤΙΧΑ ΕΣΠΕΡΙΝΟΥ ΑΠΟΚΑΘΗΛΩΣΕΩΣ
Ἦχος β´. Αὐτόμελον.
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν, ὁ Ἀριμαθαῖος καθεῖλε, τὴν τῶν ἁπάντων ζωήν, σμύρνῃ καὶ σινδόνι σε, Χριστὲ ἐκήδευσε· καὶ τῷ πόθῳ ἠπείγετο, καρδίᾳ καὶ χείλει, σῶμα τὸ ἀκήρατον, σοῦ περιπτύξασθαι· ὅμως συστελλόμενος φόβῳ, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου Φιλάνθρωπε.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Ὅτε ἐν τῷ τάφῳ τῷ καινῷ, ὑπὲρ τοῦ παντὸς κατετέθης, ὁ Λυτρωτὴς τοῦ παντός, ᾍδης ὁ παγγέλαστος, ἰδών σε ἔπτηξεν· οἱ μοχλοὶ συνετρίβησαν, ἐθλάσθησαν πύλαι, μνήματα ἠνοίχθησαν, νεκροὶ ἀνίσταντο· τότε ὁ Ἀδὰμ εὐχαρίστως, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου Φιλάνθρωπε.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ὅτε ἐν τῷ τάφῳ σαρκικῶς, θέλων συνεκλείσθης ὁ φύσει, τῇ τῆς Θεότητος, μένων ἀπερίγραπτος, καὶ ἀδιόριστος, τὰ θανάτου ἀπέκλεισας, ταμεῖα καὶ ᾍδου, ἅπαντα ἐκένωσας, Χριστὲ βασίλεια· τότε καὶ τὸ Σάββατον τοῦτο, θείας εὐλογίας καὶ δόξης, καὶ τῆς σῆς λαμπρότητος ἠξίωσας.
Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Ὅτε αἱ Δυνάμεις σε Χριστέ, πλάνον ὑπ᾿ ἀνόμων ἑώρων, συκοφαντούμενον, ἔφριττον τὴν ἄφατον, μακροθυμίαν σου, καὶ τὸν λίθον τοῦ μνήματος, χερσὶ σφραγισθέντα, αἷς σου τὴν ἀκήρατον, πλευρὰν ἐλόγχευσαν· ὅμως τῇ ἡμῶν σωτηρίᾳ, χαίρουσαι ἐβόων σοι· Δόξα, τῇ συγκαταβάσει σου, Φιλάνθρωπε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἰδιόμελον. Ἦχος πλ. α´.
Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος, ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διεῤῥήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ᾿ ἰδοὺ νῦν βλέπω σε, δι᾿ ἐμὲ ἑκουσίως, ὑπελθόντα θάνατον·
πῶς σε κηδεύσω Θεέ μου;
ἢ πῶς σινδόσιν εἱλήσω;
ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα;
ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ οἰκτίρμον;
Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τῇ Ἀναστάσει κραυγάζων· Κύριε δόξα σοι.
Ἀκολουθία Ὄρθρου Μεγάλης Παρασκευῇς (Τελεῖται συνήθως τῇ Μεγάλη Πέμπτῃ ἑσπέρας).
Ἀκολουθία τῶν Μεγάλων Ωρῶν – Ακολουθία Ἑσπερινοῦ Αποκαθηλώσεως (Τελοῦνται συνήθως τῇ Μεγάλη Παρασκευῇ πρωῒ)