ΚΥΡΙΑΚΗ Γ´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ – ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ

 

4 ΜΑΪΟΥ 2025   † ΚΥΡΙΑΚΗ Γ´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

«Τῶν ἁ­γί­ων μυ­ρο­φό­ρων γυ­ναι­κῶν, ἔ­τι δὲ Ἰ­ω­σὴφ τοῦ ἐξ Ἀ­ρι­μα­θαί­ας καὶ τοῦ νυ­κτε­ρι­νοῦ μα­θη­τοῦ Νι­κο­δή­μου». Πε­λα­γί­ας μάρ­τυ­ρος (†290). Ἱ­λα­ρί­ου ὁ­σί­ου.

Τῇ αὐ­τῇ Κυ­ρι­α­κῇ: α´) πάν­των τῶν ἐν Θεσ­σα­λο­νί­κῃ δι­α­λαμ­ψάν­των ἁ­γί­ων· β´) Δη­μη­τρί­ου νε­ο­μάρ­τυ­ρος ἐκ Χώ­ρας Τρι­φυ­λί­ας (14 Ἀ­πρι­λί­ου)· γ´) Ἠ­λί­α νε­ο­μάρ­τυ­ρος τοῦ Ἀρ­δού­νη (†1685)· δ´) Σε­ρα­φεὶμ ἱ­ε­ρο­μάρ­τυ­ρος ἐ­πι­σκό­που Φα­να­ρί­ου καὶ Νε­ο­χω­ρί­ου (4 Δε­κεμ­βρί­ου), ἐν Καρ­δίτ­σῃ· ε´) τῶν παμ­με­γί­στων Τα­ξι­αρ­χῶν ἐν Μαν­δα­μά­δῳ Μη­θύ­μνης ἐ­πὶ τοῖς ἐγ­και­νί­οις τοῦ ἱ. να­οῦ τοῦ προ­σκυ­νή­μα­τος.

 

 

Ἐκ τοῦ κα­τὰ Μᾶρ­κον (ιε´ 43-47, ιϚ´ 1-8).

Τῷ και­ρῷ ἐ­κεί­νῳ ἐλ­θὼν Ἰ­ω­σὴφ ὁ ἀ­πὸ Ἁ­ρι­μα­θαί­ας, εὐ­σχή­μων βου­λευ­τής, ὃς καὶ αὐ­τὸς ἦν προσ­δε­χό­με­νος τὴν βα­σι­λεί­αν τοῦ Θε­οῦ, τολ­μή­σας εἰ­σῆλ­θε πρὸς
Πι­λᾶ­τον καὶ ᾐ­τή­σα­το τὸ σῶ­μα τοῦ Ἰ­η­σοῦ.
Ὁ δὲ Πι­λᾶ­τος ἐ­θαύ­μα­σεν εἰ ἤ­δη τέ­θνη­κε, καὶ προ­σκα­λε­σά­με­νος τὸν κεν­τυ­ρί­ω­να ἐ­πη­ρώ­τη­σεν αὐ­τὸν εἰ πά­λαι ἀ­πέ­θα­νε·
καὶ γνοὺς ἀ­πὸ τοῦ κεν­τυ­ρί­ω­νος
ἐ­δω­ρή­σα­το τὸ σῶ­μα τῷ Ἰ­ω­σήφ.
Καὶ ἀ­γο­ρά­σας σιν­δό­να καὶ κα­θε­λὼν αὐ­τὸν ἐ­νεί­λη­σε τῇ σιν­δό­νι καὶ κα­τέ­θη­κεν αὐ­τὸν ἐν μνη­μεί­ῳ ὃ ἦν λε­λα­το­μη­μέ­νον ἐκ πέ­τρας,
καὶ προ­σε­κύ­λι­σε λί­θον ἐ­πὶ τὴν θύ­ραν τοῦ μνη­μεί­ου.
Ἡ δὲ Μα­ρί­α ἡ Μα­γδα­λη­νὴ καὶ Μα­ρί­α Ἰ­ω­σῆ ἐ­θε­ώ­ρουν ποῦ τί­θε­ται.
Καὶ δι­α­γε­νο­μέ­νου τοῦ σαβ­βά­του Μα­ρί­α ἡ Μα­γδα­λη­νὴ καὶ Μα­ρί­α ἡ τοῦ Ἰ­α­κώ­βου καὶ Σα­λώ­μη ἠ­γό­ρα­σαν ἀ­ρώ­μα­τα
ἵ­να ἐλ­θοῦ­σαι ἀ­λεί­ψω­σιν αὐ­τόν. Καὶ λί­αν πρω­ῒ τῆς μι­ᾶς σαβ­βά­των ἔρ­χον­ται ἐ­πὶ τὸ μνη­μεῖ­ον, ἀ­να­τεί­λαν­τος τοῦ ἡ­λί­ου.
Καὶ ἔ­λε­γον πρὸς ἑ­αυ­τάς·
Τίς ἀ­πο­κυ­λί­σει ἡ­μῖν τὸν λί­θον ἐκ τῆς θύ­ρας τοῦ μνη­μεί­ου;
Καὶ ἀ­να­βλέ­ψα­σαι θε­ω­ροῦ­σιν ὅ­τι ἀ­πο­κε­κύ­λι­σται ὁ λί­θος· ἦν γὰρ μέ­γας σφό­δρα.
Καὶ εἰ­σελ­θοῦ­σαι εἰς τὸ μνη­μεῖ­ον εἶ­δον νε­α­νί­σκον κα­θή­με­νον ἐν τοῖς δε­ξι­οῖς, πε­ρι­βε­βλη­μέ­νον στο­λὴν λευ­κήν, καὶ ἐ­ξε­θαμ­βή­θη­σαν.
Ὁ δὲ λέ­γει αὐ­ταῖς·
Μὴ ἐκ­θαμ­βεῖ­σθε·
Ἰ­η­σοῦν ζη­τεῖ­τε τὸν Να­ζα­ρη­νὸν τὸν ἐ­σταυ­ρω­μέ­νον·
ἠ­γέρ­θη,
οὐκ ἔ­στιν ὧ­δε·
ἴ­δε ὁ τό­πος ὅ­που ἔ­θη­καν αὐ­τόν.
Ἀλλ᾿ ὑ­πά­γε­τε εἴ­πα­τε τοῖς μα­θη­ταῖς αὐ­τοῦ καὶ τῷ Πέ­τρῳ ὅ­τι προ­ά­γει ὑ­μᾶς εἰς τὴν Γα­λι­λαί­αν· ἐ­κεῖ αὐ­τὸν ὄ­ψε­σθε, κα­θὼς εἶ­πεν ὑ­μῖν.
Καὶ ἐ­ξελ­θοῦ­σαι τα­χύ, ἔ­φυ­γον ἀ­πὸ τοῦ μνη­μεί­ου·
εἶ­χε δὲ αὐ­τὰς τρό­μος καὶ ἔκ­στα­σις, καὶ οὐ­δε­νὶ οὐ­δὲν εἶ­πον· ἐ­φο­βοῦν­το γάρ.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

samareitidos
Περισσότερα
moni-stomiou
Περισσότερα