ΛΑΜΠΡΗ
Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ

Τῇ ἁ­γί­ᾳ καὶ με­γά­λῃ Κυ­ρι­α­κῇ τοῦ Πά­σχα, αὐ­τὴν τὴν ζω­η­φό­ρον Ἀ­νά­στα­σιν ἑ­ορ­τά­ζο­μεν τοῦ Κυ­ρί­ου καὶ Θε­οῦ καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ.

Στίχ. Χρι­στὸς κα­τελ­θὼν πρὸς πά­λην ᾍ­δου μό­νος,
Λα­βὼν ἀ­νῆλ­θε πολ­λὰ τῆς νί­κης σκῦ­λα.

Αὐ­τῷ ἡ δό­ξα καὶ τὸ κρά­τος εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

 

 

Ἡ ἀ­κο­λου­θί­α τῆς παν­νυ­χί­δος, τῆς Ἀ­να­στά­σε­ως, τοῦ ὄρ­θρου καὶ τῆς θ. λει­τουρ­γί­ας τε­λοῦν­ται σή­με­ρον σχε­δὸν παν­τα­χοῦ πε­ρὶ τὸ με­σο­νύ­κτι­ον.
Ἐ­νι­α­χοῦ ὅ­μως τε­λοῦν­ται κα­τὰ τὸ ἀρ­χαῖ­ον ἔ­θος ὄρ­θρου βα­θέ­ος τῆς Κυ­ρι­α­κῆς.

Ἀκολουθία Ἑσπερινοῦ της αγάπης
Τε­λεῖ­ται κα­νο­νι­κῶς τὸ ἀ­πό­γευ­μα τῆς Κυ­ρι­α­κῆς.
Πολ­λα­χοῦ ὅ­μως — καὶ μά­λι­στα εἰς τὰς ἕ­δρας τῶν ἱ­ε­ρῶν Μη­τρο­πό­λε­ων — τε­λεῖ­ται πα­νη­γυ­ρι­κῶς ὀ­λί­γον πρὸ τῆς με­σημ­βρί­ας τῆς Κυ­ρι­α­κῆς

 

ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΑΓΑΠΗΣ ΕΙΣ ΔΙΑΦΟΡΟΥΣ ΓΛΩΣΣΑΣ ΚΑΙ ΔΙΑΛΕΚΤΟΥΣ

 

Νι­κη­φό­ρου Καλ­λί­στου τοῦ Ξαν­θο­πού­λου    Συ­να­ξά­ρι­α, εἰς τὰς ἐ­πι­σή­μους Ἑ­ορ­τὰς τοῦ Πεν­τη­κο­στα­ρί­ου.

Τὴν πα­ροῦ­σαν Ἑ­ορ­τὴν προ­σα­γο­ρεύ­ο­μεν Πά­σχα, ὅ­περ, τῇ Ἑ­βραί­ων δι­α­λέ­κτῳ, Δι­ά­βα­σις ἑρ­μη­νεύ­ε­ται·
αὕ­τη γάρ ἐ­στιν ἡ ἡ­μέ­ρα, καθ᾿ ἣν ὁ Θε­ὸς ἀρ­χῆ­θεν τὸν κό­σμον ἐκ τοῦ μὴ ὄν­τως πα­ρή­γα­γε. Κατ᾿ αὐ­τὴν τὴν ἡ­μέ­ραν καὶ τὸν Ἰσ­ρα­η­λί­την λα­όν, τῆς Ἐ­ρυ­θρᾶς δι­α­βι­βά­σας, ἐκ τῶν τοῦ Φα­ρα­ὼ ἀ­φαρ­πά­ζει χει­ρῶν.
Ἐν ταύ­τῃ πά­λιν ἐξ οὐ­ρα­νοῦ κα­τα­βάς, τῇ μή­τρᾳ τῆς Παρ­θέ­νου ἐ­νῴ­κη­σε· καὶ νῦν τὸ ἀν­θρώ­πι­νον σύμ­παν, τῶν τοῦ ᾍ­δου ἁρ­πά­σας πυθ­μέ­νων, εἰς οὐ­ρα­νοὺς ἀ­νε­βί­βα­σε, καὶ πρὸς τὸ ἀρ­χαῖ­ον ἀ­ξί­ω­μα ἤ­γα­γε τῆς ἀ­φθαρ­σί­ας.
Πλήν, κα­τα­βὰς εἰς ᾍ­δην, οὐ πάν­τας ἀ­νέ­στη­σεν, ἀλλ᾿ ὅ­σοι πι­στεῦ­σαι αὐ­τῷ ᾑ­ρε­τί­σαν­το· τὰς δὲ ψυ­χὰς τῶν ἀπ᾿ αἰ­ῶ­νος Ἁ­γί­ων, βι­αί­ως κρα­του­μέ­νας πα­ρὰ τοῦ ᾍ­δου, ἠ­λευ­θέ­ρω­σε, καὶ πᾶ­σι δέ­δω­κε πρὸς οὐ­ρα­νοὺς ἀ­νι­έ­ναι.
Δι­ὰ τοῦ­το, γε­γη­θό­τες ὑ­περ­φυ­ῶς, με­τὰ λαμ­πρό­τη­τος τὴν Ἀ­νά­στα­σιν ἑ­ορ­τά­ζο­μεν, τὴν χα­ρὰν εἰ­κο­νί­ζον­τες, ἣν ἡ φύ­σις ἡ­μῶν δι­ὰ σπλάγ­χνα ἐ­λέ­ους Θε­οῦ ἐ­πλού­τη­σεν.
Ὡ­σαύ­τως δέ, καὶ τὴν τῆς ἔ­χθρας κα­τά­λυ­σιν, καὶ τὴν με­τὰ Θε­οῦ καὶ αὐ­τῶν τῶν Ἀγ­γέ­λων ἕ­νω­σιν, ἀ­πο­δει­κνύν­τες, τὸν συ­νή­θη δι­α­πρατ­τό­με­θα Ἀ­σπα­σμόν.

Ἡ δὲ τοῦ Κυ­ρί­ου Ἀ­νά­στα­σις γέ­γο­νεν οὕ­τω·

τῶν στρα­τι­ω­τῶν φυ­λασ­σόν­των τὸν τά­φον, πε­ρὶ μέ­σον νυ­κτός, σει­σμὸς γί­νε­ται· κα­τελ­θὼν γὰρ Ἄγ­γε­λος, τὸν λί­θον τῆς τοῦ μνη­μεί­ου θύ­ρας ἀ­φί­στη­σιν.
Ἀ­να­θε­ω­ροῦν­τες τοί­νυν οἱ φύ­λα­κες, φεύ­γου­σι, καὶ πά­ρο­δος ἐν­τεῦ­θεν ταῖς Γυ­ναι­ξὶ γί­νε­ται, πε­ρὶ τὸ τοῦ Σαβ­βά­του ὀ­ψέ, οἱ­ο­νεὶ πε­ρὶ τὸ μέ­σον τῆς τοῦ Σαβ­βά­του νυ­κτός.
Καὶ πρῶ­τον μὲν ἡ Ἀ­νά­στα­σις τῇ τοῦ Θε­οῦ Μη­τρὶ γνώ­ρι­μος γί­νε­ται, ἀπ᾿ ἐ­ναν­τί­ας κα­θη­μέ­νῃ τοῦ τά­φου, ὥς φη­σιν ὁ Ματ­θαῖ­ος, σὺν τῇ Μα­γδα­λη­νῇ.
Ἀλλ᾿ ἵ­να μὴ ἡ Ἀ­νά­στα­σις ἀφ­μι­βάλ­λοι­το, δι­ὰ τὴν πρὸς τὴν Μη­τέ­ρα οἰ­κεί­ω­σιν, οἱ Εὐ­αγ­γε­λι­σταὶ φα­σί· Πρῶ­τον φαί­νε­ται τῇ Μα­γδα­λη­νῇ Μα­ρί­ᾳ.
Αὕ­τη καὶ τὸν ἐν τῷ λί­θῳ Ἄγ­γε­λον εἶ­δε καὶ πα­ρα­κύ­ψα­σα πά­λιν, τοὺς ἔν­δον ὁ­ρᾷ· οἳ δὴ καὶ τὴν τοῦ Κυ­ρί­ου Ἀ­νά­στα­σιν κα­ταγ­γέλ­λου­σιν.
Ἠ­γέρ­θη γάρ, φα­σίν· οὐκ ἔ­στιν ὧ­δε, ἴ­δε ὁ τό­πος, ὅ­που ἔ­θη­καν αὐ­τόν.
Τρέ­χει οὖν, ταῦ­τα ἀ­κού­σα­σα, καὶ πρὸς τοὺς δι­α­πύ­ρους τῶν Μα­θη­τῶν, Πέ­τρον καὶ Ἰ­ω­άν­νην, ἔρ­χε­ται, καὶ τὴν Ἀ­νά­στα­σιν τού­τοις εὐ­αγ­γε­λί­ζε­ται.
Ὑ­πο­στρε­φού­σης δὲ ταύ­της με­τὰ τῆς ἄλ­λης Μα­ρί­ας, ὑ­πήν­τη­σεν αὐ­ταῖς ὁ Χρι­στός, λέ­γων· «Χαί­ρε­τε»·
ἔ­δει γὰρ τὸ φῦ­λον, τὸ πρῶ­τον ἀ­κοῦ­σαν· «Ἐν λύ­παις τέ­ξῃ τέ­κνα», αὐ­τὸ τοῦ­το πρῶ­τον καὶ τὴν χα­ρὰν ἐ­νω­τί­σα­σθαι.
Αἱ δέ, τῷ πό­θῳ νι­κώ­με­ναι, προ­σέρ­χον­ται, καὶ τῶν ἀ­χράν­των αὐ­τοῦ πο­δῶν ἅ­πτον­ται, ἀ­κρι­βέ­στε­ρον γνῶ­ναι βου­λό­με­ναι.
Οἱ δὲ Ἀ­πό­στο­λοι πρὸς τὸν τά­φον γί­νον­ται· καὶ ὁ μὲν Πέ­τρος, πα­ρα­κύ­ψας μό­νον πε­ρὶ τὸ μνη­μεῖ­ον, ἀ­πῆλ­θεν· ὁ δὲ Ἰ­ω­άν­νης, ἔν­δον γί­νε­ται καὶ πε­ρι­ερ­γό­τε­ρον βλέ­πει, τῆς τε σιν­δό­νος ἅ­πτε­ται καὶ τοῦ σου­δα­ρί­ου*.

Πά­λιν δὲ ἡ Μα­γδα­λη­νὴ πε­ρὶ ὄρ­θρον ἥ­κει μεθ᾿ ἑ­τέ­ρων γυ­ναι­κῶν, τὰ ὁ­ρα­θέν­τα πι­στώ­σα­σθαι ἀ­κρι­βέ­στε­ρον.
Πε­ρὶ δὲ ἔ­ξω ἑ­στῶ­σα, ὠ­δύ­ρε­το· ἔν­δον δὲ τοῦ τά­φου πα­ρα­κύ­ψα­σα, ὁ­ρᾷ δύ­ο Ἀγ­γέ­λους, ἀ­στρά­πτον­τας τῇ λαμ­πρό­τη­τι, καὶ ὥ­σπερ ἐ­πι­τι­μῶν­τας αὐ­τῇ καὶ λέ­γον­τας·
«Γύ­ναι, τί κλαί­εις, τί­να ζη­τεῖς; Ἰ­η­σοῦν ζη­τεῖ­τε τὸν Να­ζα­ρη­νόν, τὸν ἐ­σταυ­ρω­μέ­νον; ἠ­γέρ­θη, οὐκ ἔ­στιν ὧ­δε»·
καὶ εὐ­θέ­ως ἀ­νέ­στη­σαν ἔμ­φο­βοι, ἰ­δόν­τες τὸν Κύ­ρι­ον.
Δι­ὸ ἐ­κεί­νη, στρα­φεῖ­σα ὄ­πι­σθεν, βλέ­πει τὸν Χρι­στὸν ἑ­στῶ­τα· κη­που­ρὸν δὲ εἶ­ναι αὐ­τὸν οἰ­η­θεῖ­σα, (ὅ­τι ἐν τῷ κή­πῳ τὸ μνῆ­μα ἦν) λέ­γει·
«Κύ­ρι­ε, εἰ σὺ ἐ­βά­στα­σας αὐ­τόν, εἰ­πέ μοι, ποῦ ἔ­θη­κας αὐ­τόν, κἀ­γὼ αὐ­τὸν ἀ­ρῶ».
Αὖ­θις δὲ πρὸς τοὺς Ἀγ­γέ­λους νευ­σά­σης, ὁ Σω­τήρ, «Μα­ρί­α», φη­σὶ πρὸς τὴν Μα­γδα­λη­νήν.
Ἡ δέ, τῆς γλυ­κεί­ας καὶ συ­νή­θους τοῦ Χρι­στοῦ αἰ­σθο­μέ­νη φω­νῆς, ἅ­ψα­σθαι αὐ­τοῦ ἤ­θε­λεν· ὁ δὲ λέ­γει·
«Μή μου ἅ­πτου· οὔ­πω γὰρ ἀ­να­βέ­βη­κα πρὸς τὸν Πα­τέ­ρα μου,
κα­θὼς αὐ­τὴ λο­γί­ζῃ, ἔ­τι ἄν­θρω­πόν με εἶ­ναι ὑ­πο­λαμ­βά­νου­σα·
πο­ρεύ­ου δὲ πρὸς τοὺς ἀ­δελ­φοὺς μου, καὶ εἰ­πὲ αὐ­τοῖς, ὅ­σα τε εἶ­δες καὶ ἤ­κου­σας»·
καὶ τοῦ­το μὲν ἡ Μα­γδα­λη­νὴ πράσ­σει.
Ἐ­πι­φω­σκού­σης δὲ πά­λιν ἡ­μέ­ρας, πε­ρὶ τὸν τά­φον σὺν ταῖς λοι­παῖς γί­νε­ται.
Αἱ δὲ πε­ρὶ Ἰ­ω­άν­ναν καὶ Σα­λώ­μην, ἀ­να­τεί­λαν­τος τοῦ ἡ­λί­ου, ἦλ­θον· καὶ ἁ­πλῶς εἰ­πεῖν, ἐν δι­α­φό­ρους ἡ πε­ρὶ τὸν τά­φον τῶν γυ­ναι­κῶν ἔ­λευ­σις γέ­γο­νεν, ἐν αἷς ἧν καὶ ἡ Θε­ο­τό­κος·
αὕ­τη γάρ ἐ­στιν, ἣν Ἰ­ω­σῆ λέ­γει Μα­ρί­αν τὸ Εὐ­αγ­γέ­λι­ον· τοῦ Ἰ­ω­σὴφ δὲ ἦν ὁ υἱ­ὸς οὗ­τος ὁ Ἰ­ω­σῆς.
Ἐν ἀ­δή­λῳ μέν­τοι ἐ­στίν, ὁ­ποί­ᾳ ὥ­ρᾳ ἀ­νέ­στη ὁ Κύ­ρι­ος· τι­νὲς μὲν γὰρ ἐν πρώ­τῃ ἀ­λε­κτρυ­όν­των ᾠ­δῇ λέ­γου­σιν·
ἄλ­λοι δὲ ὅ­τε ὁ σει­σμὸς γέ­γο­νε· καὶ δι­α­φό­ρως ἕ­τε­ροι.

Τού­των δὲ οὕ­τω γε­γε­νη­μέ­νων, ἰ­δού τι­νες τῶν ἀ­πὸ τῆς κου­στω­δί­ας, ἐλ­θόν­τες, ἀ­πήγ­γει­λαν τοῖς Ἀρ­χι­ε­ρεῦ­σι τὰ δι­α­πε­πραγ­μέ­να·
οἱ δέ, ἀρ­γυ­ρί­οις τού­τους δε­ξι­ω­σά­με­νοι, πεί­θου­σιν ἀ­νει­πεῖν, ὡς οἱ Μα­θη­ταὶ αὐ­τοῦ, νυ­κτὸς ἐλ­θόν­τες, ἔ­κλε­ψαν αὐ­τόν.
Κα­τὰ δὲ τὴν ἑ­σπέ­ραν τῆς πα­ρού­σης ἡ­μέ­ρας, τῶν Μα­θη­τῶν εἰς ἓν ἠ­θροι­σμέ­νων, δι­ὰ τὸν Ἰ­ου­δα­ϊ­κὸν φό­βον καὶ τῶν θυ­ρῶν ἀ­σφα­λῶς κε­κλει­σμέ­νων, εἴ­σει­σι πρὸς αὐ­τοὺς ὁ Χρι­στός·
ὅ­τι ἐν ἀ­φθάρ­τῳ ἦν σώ­μα­τι· καὶ τὴν Εἰ­ρή­νην, τὸ σύ­νη­θες, τού­τοις εὐ­αγ­γε­λί­ζε­ται.
Οἱ δέ, τοῦ­τον ἰ­δόν­τες, ὑ­περ­βαλ­λόν­τως ἐ­χά­ρη­σαν· καὶ δι­ά τοῦ ἐμ­φυ­σή­μα­τος, τε­λε­ώ­τε­ρον τὴν τοῦ Πα­να­γί­ου Πνεύ­μα­τος ἐ­νέρ­γει­αν δέ­χον­ται.

 

Πῶς δὲ τρι­ή­με­ρος ἡ τοῦ Κυ­ρί­ου Ἀ­νά­στα­σις, γί­νω­σκε οὕ­τως·
Ἡ ἑ­σπέ­ρα τῆς Πέμ­πτης καὶ ἡ ἡ­μέ­ρα τῆς Πα­ρα­σκευ­ῆς (οὕ­τω γὰρ τὸ νυ­χθή­με­ρον οἱ Ἑ­βραῖ­οι με­τροῦ­σιν), ἡ­μέ­ρα μί­α.
Τῆς Πα­ρα­σκευ­ῆς πά­λιν ἡ νὺξ καὶ τὸ Σάβ­βα­τον ὅ­λον, ἕ­τε­ρον νυ­χθή­με­ρον· ἰ­δοὺ ἡ­μέ­ρα δευ­τέ­ρα.
Ἕ­τε­ρον νυ­χθή­με­ρον πά­λιν ἡ τοῦ Σαβ­βά­του νὺξ καὶ ἡ τῆς Κυ­ρι­α­κῆς ἡ­μέ­ρα,
(ἀ­πὸ μέ­ρους γὰρ τῆς ἀρ­χῆς τὸ ὅ­λον κα­τα­λαμ­βά­νε­ται),
ἄλ­λο νυ­χθή­με­ρον· ἰ­δοὺ καὶ ἡ­μέ­ρα τρί­τῃ.
Ἢ καὶ οὕ­τω·
Τρί­τῃ ὥ­ρᾳ τῆς Πα­ρα­σκευ­ῆς ἐ­σταύ­ρω­ται ὁ Χρι­στὸς·
εἶ­τα, ἀ­πὸ ἕ­κτης ἕ­ως ἐ­νά­της, σκό­τος ἐ­γέ­νε­το· τοῦ­το νύ­κτα νό­η­σον· ἰ­δοὺ ἀ­πὸ τρί­της ἕ­ως ἐ­νά­της ἓν νυ­χθή­με­ρον.
Εἶ­τα πά­λιν με­τὰ τὸ σκό­τος ἡ­μέ­ρα, καὶ ἡ νὺξ τῆς Πα­ρα­σκευ­ῆς· ἰ­δοὺ δύ­ο νυ­χθή­με­ρα.
Ἡ ἡ­μέ­ρα τοῦ Σαβ­βά­του καὶ ἡ νὺξ αὐ­τοῦ πά­λιν, ἰ­δοὺ τρί­α νυ­χθή­με­ρα.
Εἰ δὲ εἰς τὴν τρί­την ἐ­παγ­γει­λά­με­νος εὐ­ερ­γε­τῆ­σαι ἡ­μᾶς ὁ Σω­τήρ, συν­το­μώ­τε­ρον δι­ε­πρά­ξα­το τὴν εὐ­ερ­γε­σί­αν.

Χρι­στὸς ἐκ νε­κά­δων ἐ­γερ­θείς,
ὄλ­βῳ ὄλ­βου πε­πά­τη­κε
καὶ τοῖς ἐν τύμ­βε­σιν
τὸ ζῆν ἐ­δω­ρή­σα­το.

 

 

 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

 

 

 

 

 

Κοινοποίηση

Δείτε ακόμη

Pigi_DEVETZI___image-989
Περισσότερα
1-TSIAKAS
Περισσότερα