Τῷ ἁγίῳ καὶ Μεγάλῳ Σαββάτῳ,
τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾍδου Κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν,
δι᾿ ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.
Στίχ. Μάτην φυλάττεις τὸν τάφον, κουστωδία·
Οὐ γὰρ καθέξει τύμβος αὐτοζωΐαν.
Τῇ ἀνεκφράστῳ σου συγκαταβάσει, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ἰδιόμελον Γεωργίου Ἀκροπολίτου. Ἦχος πλ. α´.
Τὸν ἥλιον κρύψαντα, τὰς ἰδίας ἀκτῖνας, καὶ τὸ καταπέτασμα, τοῦ ναοῦ διαῤῥαγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ, καὶ καθικετεύει λέγων·
Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον, ξενωθέντα ἐν κόσμῳ.
Δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες, θανατοῦσιν ὡς ξένον.
Δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν, τοῦ θανάτου τὸν ξένον.
Δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν, τοὺς πτωχοὺς καὶ τοὺς ξένους.
Δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ, ἀπεξένωσαν κόσμῳ.
Δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει, τὴν κεφαλὴν ποῦ κλίνῃ.
Δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ μήτηρ ὁρῶσα, νεκρωθέντα ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ σῇ ἀναστάσει, θαῤῥοῦσα μεγαλύνω.
Καὶ τούτοις τοίνυν τοῖς λόγοις, δυσωπῶν τὸν Πιλᾶτον, ὁ εὐσχήμων λαμβάνει, τοῦ Σωτῆρος τὸ σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι, ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ, τὸν παρέχοντα πᾶσι, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.
Ἀκολουθία Ὄρθρου Μεγάλου Σαββάτου(Τελεῖται συνήθως τῇ Μεγάλη Παρασκευῇ ἑσπέρας).
Τὰ ἐγκώμια τοῦ Ἐπιταφίου.
Ἀκολουθία τοῦ Ἑσπερινοῦ της 1ης Ανάστασης (Τελεῖται συνήθως τὴν πρωΐαν τοῦ Μεγάλου Σαββάτου)
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!