Τῇ ἁγίᾳ καὶ Μεγάλῃ Τρίτῃ, τῆς τῶν δέκα παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα.
Στίχ. Τρίτη μεγίστη παρθένους δέκα φέρει,
Νίκην φερούσας ἀδεκάστου Δεσπότου.
Ἀλλ᾿ ὦ Νυμφίε Χριστέ, μετὰ τῶν φρονίμων ἡμᾶς συναρίθμησον παρθένων καὶ τῇ ἐκλεκτῇ σου σύνταξον ποίμνῃ καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.
Τὸ Κοντάκιον.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τὴν ὥραν ψυχή, τοῦ τέλους ἐννοήσασα, καὶ τὴν ἐκκοπήν, τῆς συκῆς δειλιάσασα, τὸ δοθέν σοι τάλαντον, φιλοπόνως ἔργασαι ταλαίπωρε, γρηγοροῦσα καὶ κράζουσα· Μὴ μείνωμεν ἔξω τοῦ Νυμφῶνος Χριστοῦ.
Ἀκολουθία Ὄρθρου Μεγάλης Τρίτης (Τελεῖται συνήθως τῇ Μεγάλη Δευτέρα ἑσπέρας)
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!